76. Τιμὴ δόσις ἀγαθῶν ἐν ταῖς δι’ ἀρετὴν πράξεσι διδομένων· ἀξίωμα ἀπ’ ἀρετῆς· σχῆμα σεμνότητος· τήρησις ἀξιώματος. 77. Προθυμία ἐμφανισμὸς προαιρέσεως πρακτικῆς. 78. Χάρις εὐεργεσία ἑκούσιος· ἀπόδοσις ἀγαθοῦ· ὑπουργία ἐν καιρῷ. 79. Ὁμόνοια ὁμοδοξία ἀρχόντων καὶ ἀρχομένων, ὡς δεῖ ἄρχειν καὶ ἄρχεσθαι. 80. Πολιτεία κοινωνία πλήθους ἀνθρώπων αὐτάρκης πρὸς εὐδαιμονίαν· κοινωνία πλήθους ἔννομος.