71. Εὐμάθεια εὐφυΐα ψυχῆς πρὸς τάχος μαθήσεως. 72. Δίκη ἀπόφασις κυρία περὶ ἀμφισβητουμένου πράγματος. 73. Νόμος ἀμφισβήτησις περὶ τοῦ ἀδικεῖν ἢ μή. 74. Εὐνομία πειθαρχία νόμων σπουδαίων. 75. Εὐφροσύνη ἐπὶ τοῖς τοῦ σώφρονος ἔργοις χαρά.