61. Εὐβουλία ἀρετὴ λογισμοῦ σύμφυτος. 62. Πίστις ὑπόληψις ὀρθὴ τοῦ οὕτως ἔχειν ὡς αὐτῷ φαίνεται· βεβαιότης ἤθους. 63. Ἀλήθεια ἕξις ἐν καταφάσει καὶ ἀποφάσει· ἐπιστημη ἀληθῶν. 64. Βούλησις ἔφεσις μετὰ λόγου ὀρθοῦ· ὄρεξις εὔλογος· ὄρεξις μετὰ λόγου κατὰ φύσιν. 65. Συμβούλευσις παραίνεσις ἑτέρῳ πρὸ πράξεως, τίνα δεῖ τρόπον πράττειν.