6. Ἡμέρα ἡλίου πορεία ἀπ’ ἀνατολῶν ἐπὶ δυσμάς· φῶς τοὐναντίον νυκτί. 7. Ἕως ἡμέρας ἀρχή· τὸ πρῶτον φῶς ἀπὸ τοῦ ἡλίου. 8. Μεσημβρία χρόνος ἐν ᾧ τῶν σωμάτων αἱ σκιαὶ ἐλαχίστου μήκους κοινωνοῦσιν. 9. Δείλη ἡμέρας τελευτή. 10. Νὺξ σκότος, τοὐναντίον ἡμέρᾳ· ἡλίου στέρησις.