56. Οἰκειότης ταὐτοῦ γένους κοινωνία. 57. Ὁμόνοια κοινωνία τῶν ὄντων ἁπάντων· συμφωνία νοημάτων καὶ ὑπολημμάτων. 58. Ἀγάπησις ἀπόδειξις παντελής. 59. Πολιτικὴ ἐπιστήμη καλῶν καὶ συμφερόντων· ἐπιστήμη ποιητικὴ δικαιοσύνης ἐν πόλει. 60. Ἑταιρεία φιλία κατὰ συνήθειαν ἐν τοῖς καθ’ ἡλικίαν γεγενημένοις.