51. Δεινότης διάθεσις καθ’ ἣν ὁ ἔχων στοχαστικός ἐστι τοῦ ἰδίου τέλους. 52. Φιλία ὁμόνοια ὑπὲρ καλῶν καὶ δικαίων· προαίρεσις βίου τοῦ αὐτοῦ· ὁμοδοξία περὶ προαιρέσεως καὶ πράξεως· ὁμόνοια περὶ βίου κοινωνίαν μετ’ εὐνοίας· κοινωνία τοῦ εὖ ποιῆσαι καὶ παθεῖν. 53. Εὐγένεια ἀρετὴ εὐγενοῦς ἤθους· εὐαγωγία ψυχῆς πρὸς λόγους καὶ πράξεις. 54. Αἵρεσις δοκιμασία ὀρθή. 55. Εὔνοια αἵρεσις· ἀνθρώπου πρὸς ἄνθρωπον ἀσπασμός.