36. Πραότης κατάστασις κινήσεως τῆς ὑπ’ ὀργῆς κρᾶσις ψυχῆς σύμμετρος. 37. Κοσμιότης ὕπειξις κουσία πρὸς τὸ φανὲν βέλτιστον· εὐταξία περἱ κίνησιν σώματος. 38. Εὐδαιμονία ἀγαθὸν ἐκ πάντων ἀγαθῶν συγκείμενον· δύναμις αὐτάρκης πρὸς τὸ εὖ ζῆν· τελειότης κατ’ ἀρετήν· ὠφέλεια αὐτάρκης ζωῆς. 39. Μεγαλοπρέπεια ἀξίωσις κατὰ λογισμὸν ὀρθὸν καὶ τὸ σεμνότατον. 40. Ἀγχίνοια εὐφυΐα ψυχῆς, καθ’ ἣν ὁ ἔχων στοχαστικός ἐστιν ἐν ἑκάστῳ τοῦ δέοντος· ὀξύτης νοῦ.