31. Ἀλυπία ἕξις καθ’ ἣν ἀνέμπτωτοί ἐσμεν εἰς λύπας. 32. Φιλοπονία ἕξις ἀποτελεστικὴ οὗ ἂν προέληται· καρτερία ἑκούσιος· ἕξις ἀδιάβλητος πρὸς πόνον. 33. Αἰδὼς τολμήσεως ὑποχώρησις ἑκουσία δικαίως καὶ πρὸς τὸ βέλτιστον φανέν· καταλαβὴ ἑκουσία τοῦ βελτίστου· εὐλάβεια ὀρθοῦ ψόγου: 34. Ἐλευθερία ἡγεμονία βίου· αὐτοκράτεια ἐπὶ παντί· ἐξουσία τοῦ καθ’ ἑαυτὸν ἐν βίῳ· ἀφειδία ἐν χρήσει καὶ ἐν κτήσει οὐσίας. 35. Ἐλευθεριότης ἕξις πρὸς τὸ χρηματίζεσθαι ὡς δεῖ· πρόσθεσις καὶ κτῆσις οὐσίας ὡς χρή.