26. Ἐγκράτεια δύναμις ὑπομενητικὴ λύπης· ἀκολούθησις τῷ ὀρθῷ λογισμῷ· δύναμις ἀνυπέρβλητος τοῦ ὑποληφθέντος τῷ ὀρθῷ λογισμῷ. 27. Αὐτάρκεια τελειότης κτήσεως ἀγαθῶν· ἕξις καθ’ ἣν οἱ ἔχοντες αὐτοὶ αὑτῶν ἄρχουσιν. 28. Ἐπιείκεια δικαίων καὶ συμφερόντων ἐλάττωσις· μετριότης ἐν συμβολαίοις· εὐταξία ψυχῆς λογιστικῆς πρὸς τὰ καλὰ καὶ αἰσχρά. 29. Καρτερία ὑπομονὴ λύπης ἕνεκα τοῦ καλοῦ· ὑπομονὴ πόνων ἕνεκα τοῦ καλοῦ. 30. Θάρσος ἀπροσδοκία κακοῦ· ἀνεκπληξία διὰ κακοῦ παρουσίαν.