11. Τύχη φορὰ ἐξ ἀδήλου εἰς ἄδηλον, καὶ ἡ ἐκ τοῦ αὐτομάτουᵃ αἰτία δαιμονίας πράξεως. 12. Γῆρας φθίσις ἐμψύχου ὑπὸ χρόνου γιγνομένη. 13. Πνεῦμα κίνησις ἀέρος περὶ τὴν γῆν. 14. Ἀὴρ στοιχεῖον οὗ πᾶσαι αἱ κατὰ τόπον κινήσεις κατὰ φύσιν εἰσίν. 15. Οὐρανὸς σῶμα περιέχον πάντα τὰ αἰσθητὰ πλὴν αὐτοῦ τοῦ ἀνωτάτου ἀέρος.