101. Ὄνομα διάλεκτος ἀσύνθετος ἑρμηνευτικὴ τοῦ τε κατὰ τῆς οὐσίας κατηγορουμένου καὶ παντὸς τοῦ μὴ καθ’ ἑαυτὸ λεγομένου. 102. Διάλεκτος φωνὴ ἀνθρώπου ἐγγράμματος· καὶ σημεῖόν τι κοινὸν ἑρμηνευτικὸν ἄνευ μέλους. 103. Συλλαβὴ ἀνθρωπίνης φωνῆς ἄρθρον ἐγγράμματον. 104. Ὅρος λόγος ἐκ διαφορᾶς καὶ γένους συγκείμενος. 105. Τεκμήριον ἀπόδειξις ἀφανοῦς.