1. Ἀΐδιον τὸ κατὰ πάντα χρόνον καὶ πρότερον ὂν καὶ νῦν μὴ ἐφθαρμένον. 2. Θεὸς ζῷον ἀθάνατον, αὔταρκες πρὸς εὐδαιμονίαν· οὐσία ἀΐδιος, τῆς τἀγαθοῦ φύσεως αἰτία. 3. Γένεσις κίνησις εἰς οὐσίαν· μετάληψις οὐσίας· πόρευσις εἰς τὸ εἶναι. 4. Ἥλιος πῦρ οὐράνιον, ὃ μόνον ἀπ’ ἠοῦς μέχρι δείλης τοῖς αὐτοῖς ἔστιν ὁραθῆναι· ἄστρον ἡμεροφανές· ζῷον ἀΐδιον, ἔμψυχον, τὸ μέγιστον. 5. Χρόνος ἡλίου κίνησις, μέτρον φορᾶς.