Psalmus CXVIII v. 1. Μακάριοι οἱ ἄμωμοι ἐν ὁδῷ, οἱ πορευόμενοι ἐν νόμῳ Κυρίου. Οὕτω γε στίχος ἐστίν· οἱ γὰρ παρ’ Ἑβραίοις στίχοι, ὡς ἔλεγέ τις, ἔμμετροί εἰσιν· ἐν ἑξαμέτρῳ μὲν ἡ ἐν τῷ Δευτερονομίῳ ᾠδή· ἐν τριμέτρῳ δὲ καὶ τετραμέτρῳ οἱ ψαλμοί. Οἱ στίχοι οὖν, οἱ παρ’ Ἑβραίοις, ἕτεροί εἰσιν παρὰ τοὺς παρ’ ἡμῖν. Ἐὰν θέλωμεν ἐνθάδε τηρῆσαι, τοὺς στίχους ποιοῦμεν· Μακάριοι οἱ ἄμωμοι ἐν ὁδῷ, οἱ πορευόμενοι ἐν νόμῳ Κυρίου. Καὶ οὕτως ἀρχόμεθα δευτέρου τοῦ ἑξῆς. Ἰστέον τοίνυν ὅτι οἱ Ἕλληνες οἱ ἑρμηνεύσαντες πεποιήκασι τὸν παρ’ Ἑβραίοις στίχον ἐν τούτοις δύο (ὡς ὁ τοῦτο ἀντίγραφον γράψας οἱονεὶ πεποίηκε τὴν ἀρχὴν τοῦ στίχου μετ’ ἐκθέσεως)· τὸν δὲ δοκοῦντες δεύτερον, μὴ ὄντα δεύτερον, ἀλλὰ λεῖμμα τοῦ προτέρου μετ’ αἰσθήσεως· καὶ τοῦτο πεποίηκεν ἐπὶ ὅλου τοῦ ῥητοῦ. Psalmus CXVIII, v. 127. Ἔκφρασις τοῦ Τοπαζίου ἐν τῷ ἐπιγεγραμμένῳ· Ξενοκράτους Λιθογνώμων. Περὶ δὲ τοῦ Τοπαζίου λίθου τοιαῦτα εὕρομεν ἱστορούμενα ἐν τῷ ἐπιγεγραμμένῳ Ξενοκράτους Λιθογνώμων· Ὅτι γίνεται τῆς Θηβαΐδος περὶ πόλιν Ἀλαβάστρων, καὶ προσαγορεύεται ἀπὸ τοῦ φέροντος αὐτὸν τόπου, Τόπαζον. Τὸ χρῶ[μα] δὲ τοῦ Τοπαζίου πρασοειδὲς καὶ χρυσόχρουν, χρυσοπράσῳ παραπλησίως· κατάμφω δὲ ἐπιτέταται τὰς χρόας κατακορέστερον. Ἔστι δὲ καὶ πυρίχρουν καὶ καθαρὸν ἄγαν καὶ χρυσόχρουν τῷ δὲ μεγέθει καὶ πάντας ὑπεραίρει τοὺς χρυσοπράσ\ους. Ἔστι δὲ καὶ τὸ εἶδος λιπαρὸς, ἑοικὼς καταφλεγομένῳ ὑπὸ ἡλίου. Ἔστι δὲ καὶ ὡραιότατος καθεστηκὼς, καὶ νῦν ἐστιν οὐ πάνυ περισπούδαστος, καὶ ἔλαττον θαυμαζόμενος διὰ τὸ πλῆθος· καίτοι κατὰ τὴν πρώτην εὕρεσιν ἀγαστός τε νενόμισται καὶ περισπούδαστος· φύσιν δὲ ἔχει λιαινόμενον τὸ Τοπάζιον τραχύνεσθαι, καὶ ἐν ταῖς χρείαις μειοῦσθαι· ἔστι δὲ καὶ τῶν λίθων εὔγλυφος. Psalmus CXXI. v. 3. Ἱερουσαλὴμ ᾠκοδομήθη ὡς πόλις ἦς ἡ μετοχὴ ἐπὶ τὸ αὐτό. Οὕτω φησίν· Ἦν πάλαι ἡ Ἱερουσαλὴμ, ὡς πόλις οὐ διεσπαρμένη ὧδε (καὶ ὧδε], ἀλλ’ οὕτως ἦν ἡρμοσμένη, ὡς δόξειεν ἄοικος εἶναι τῇ συναφείᾳ καὶ τῇ ἁρμονίᾳ τῶν οἰκοδομημάτων ἢ καὶ λέγει τὸ μέλλον ὡς παρεληλυθὸς, ὡς ἐν τῷ· Διεμερίσαντο τὰ ἱμάτιά μου ἑαυτοῖς, καὶ τό· Ἔδωκαν εἰς τὸ βρῶμά μου χολήν. Ἕτεροί φασιν· ὡς ἤδη τῶν πραγμάτων ἀπολαύοντες, τρόπον τινὰ τὴν πόλιν καὶ τὸν ναὸν περιπλέκονται ἃ γὰρ ἔχοντες οὐκ ᾐσθάνοντο, νῦν ἀπολαύοντες εὐφραίνονται· δίκῃ μὲν ἀποβαλόντες, θείᾳ φιλανθρωπίᾳ δὲ κομισάμενοι. Psalmus CXXV Ἔκφρασις περὶ τοῦ τῷ νότῳ χειμάῤῥου. v. 4. Ἐπίστρεψον, Κύριε, τὴν αἰχμαλωσίαν ἡμῶν, ὡς χειμάῤῥους εν τῷ νότῳ. Ὁ χείμαῤῥος οὗτος, περὶ οὗ λέγει ὁ προφήτης, ἐν νότῳ ἐστίν ἐντὸς τῆς Ῥινοκορούρας, τις ἐστίν ἀρχὴ τῆς Αἰγύπτου. Τοῦτο οὖν μεμαθήκαμεν παρὰ πλειόνων, καὶ ἡμεῖς γενόμενοι ἐν ταύτῃ τῇ πόλει, αὐτόπται γεγόναμεν τοῦ χειμάῤῥου. Οἱ γὰρ Σαρακηνοὶ κατήρχοντο, ὡς καὶ μέχρι τοῦ νῦν κατέρχονται Ῥινοκόρουραν, καὶ πραιδεύουσιν ἅπερ εὑρίσκουσιν, καὶ ἀνέρχονται εἰς τοὺς τόπους ἑαυτῶν. Ὁ δὲ χείμαῤῥος οὗτος ἐκ τῶν Σαρακηνῶν κατέρχεται· κατὰ βούλησιν οὖν Θεοῦ, ἡνίκα γένηται ὑετὸς λάβρος, πληθύνει ὁ χείμαῤῥος, ὥστε κατέρχεσθαι αὐτὸν σφοδρῶς λαμβάνοντα τὰς σκηνὰς τῶν Σαρακηνῶν, καὶ αὐτοὺς μὲν ἀπόλλυσι, τὰ δὲ αὐτῶν πάντα καὶ ἅπερ διεπράτησαν λαβὼν, φέρει εἰς τὴν Ῥινοκόρουραν. Λέγει δὲ ὁ προφήτης, ἐκ προσώπου τῶν πιστευσάντων, ὅτι, ὥσπερ ἐκεῖνος τοὺς μὲν αίχμαλωτίζοντας ἀπόλλυσι, τὰ δὲ σκύλα ἀποκαθίστησιν, ἐξ ὧν καὶ ἐλήφθησαν· οὕτως ποίησον καὶ αὐτὸς, καὶ τὰς ἐναντίας δυνάμεις τὰς ἡμᾶς αἰχμαλωτισάσας θανάτωσον τῷ ὕδατι τοῦ βαπτίσματος· δι’ αὐτοῦ δὲ πάλιν τοῦ ὕδατος ἀπόδος ἡμῖν τὴν δόξαν καὶ τὴν ἐλευθερίαν, ἣν ἀφείλαντο ἡμῖν αἱ τοῦ ἐχθροῦ δυνάμεις. Αὕτη οὖν ἡ διήγησις τῆς ἱστορίας τοῦ χειμάῤῥου, καὶ αὕτη ἡ αἰτία τοῦ εἰρηκέναι τὸν προφήτην. De XII Apostolis Τῶν δὲ ἱερῶν τοῦ Σωτῆρος ἡμῶν ἀποστόλων τε καὶ μαθητῶν, ἐφ’ ἅπασαν διασπαρέντων τὴν οἰκουμένην, Θωμᾶς μὲν, ὡς ἡ παράδοσις περιέχει, τὴν Παρθίαν εἴληχεν· Ἀνδρέας δὲ τὴν Σκυθίαν· Ἰωάννης τὴν Ἀ- σίαν, πρὸς οὓς καὶ διατρίψας ἐν Ἐφέσῳ τελευτᾷ. Πέτρος δὲ ἐν Πόντῳ καὶ Γαλατίᾳ, καὶ Βιθυνίᾳ, Καππαδοκίᾳ τε καὶ Ἀσίᾳ κεκηρυκέναι τοῖς ἐκ διασπορᾶς Ἰουδαίοις ἔοικεν· ὃς καὶ ἐπὶ τέλει ἐν Ῥώμῃ γενόμενος, ἀνεσκολοπίσθη κατὰ κεφαλῆς, οὕτως αὐτὸς ἀξιώσας παθεῖν. Τί δεῖ περὶ Παύλου λέγειν, ἀπὸ Ἰερουσαλὴμ μέχρι τοῦ Ἰλλυρικοῦ πεπληρωκότος τὸ Εὐαγγέλιον τοῦ Χριστοῦ, καὶ ὕστερον ἐν τῇ Ῥώμῃ ἐπὶ Νέρωνος μεμαρτυρηκότος;