<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg1634.tlg002.1st1K-grc1" xml:lang="grc"><div type="textpart" subtype="fragment" xml:base="urn:cts:greekLit:tlg1634.tlg002.1st1K-grc1" n="9"><p rend="indent"><label>9.</label><bibl xml:lang="lat">[Plat.] Axiochos p. 366 B ff. [Sokr. spricht]</bibl> Ἀξίοχε, σύ γε οὐκ ἔτυμά μοι μαρτυρεῖς, οἴει δὲ καθάπερ Ἀθηναίων ἡ πληθύς, ἐπειδὴ ζητητικός εἰμι τῶν πραγμάτων, ἐπιστήμονά του εἶναί με. ἐγὼ δὲ εὐξαίμην ἂν τὰ κοινὰ ταῦτα εἰδέναι· τοσοῦτον ἀποδέω τῶν περιττῶν. <label xml:lang="lat">(c)</label> καὶ ταῦτα δέ, ἃ λέγω, Προδίκου ἐστὶ τοῦ <pb facs="diefragmentederv02dieluoft_0322"/> σοφοῦ ἀπηχήματα τα μὲν διμοίρου ἐωνημένα τὰ δὲ δυοῖν δραχμαῖν τὰ δὲ τετραδράχμου. προῖκα γὰρ ἁνὴρ οὗτος οὐδένα διδάσκει· διὰ παντὸς δὲ ἔθος ἐστὶν αὐτῶι φωνεῖν τὸ Ἐπιχάρμειον <bibl xml:lang="lat">[13 B 30]</bibl>· <q>ἁ δὲ χεὶρ τὰν χεῖρα νίζει, δός τι καὶ λάβοις τί κα</q>. πρώιην γοῦν παρὰ Καλλίαι τῶι Ἱππονίκου ποιούμενος ἐπίδειξιν τοσάδε τοῦ ζῆν κατεῖπεν, ὥστε ἔγωγε μὲν παρὰ ἀκαρῆ διέγραψα τὸν βίον καὶ ἐξ ἐκείνου θανατᾶι μου ἡ ψυχή, Ἀξίοχε.</p></div></div></body></text></TEI>