8. [PLAT.] Eryxias p. 397 D ff. τουτονὶ μὲν τὸν λόγον, ἔφην ἐγώ, πρώιην ἐν Λυκείωι ἀνὴρ σοφὸς λέγων, Πρόδικος ὁ Κεῖος, ἐδόκει τοῖς παροῦσι φλυαρεῖν οὕτως, ὥστε μηδένα δύνασθαι πεῖσαι τῶν παρόντων, ὡς ἀληθῆ λέγει· ... ἠρώτα γὰρ αὐτὸν τὸ μειράκιον, πῶς οἴεται κακὸν εἶναι τὸ πλουτεῖν καὶ ὅπως ἀγαθόν· ὁ δ’ ὑπολαμβάνων, ὥσπερ καὶ σὺ νῦν δή, ἔφη, τοῖς μὲν καλοῖς κἀγαθοῖς τῶν ἀνθρώπων καὶ τοῖς ἐπισταμένοις, ὅπου δεῖ χρῆσθαι τοῖς χρήμασι, τούτοις μὲν ἀγαθόν, τοῖς δὲ μοχθηροῖς καὶ ἀνεπιστήμοσι κακόν. ἔχει δ’, ἔφη, καὶ τἆλλα πράγματα οὕτω πάντα· ὁποῖοι γὰρ ἄν τινες ὦσιν οἱ χρώμενοι, τοιαῦτα καὶ τὰ πράγματα αὐτοῖς ἀνάγκη εἶναι.