6. PLAT. Euthyd. 305 c οὗτοι γάρ εἰσιν μὲν, ὦ Κρίτων, οὓς ἔφη Π. μεθόρια φιλοσόφου τε ἀνδρὸς καὶ πολιτικοῦ, οἴονται δ’ εἶναι πάντων σοφώτατοι ἀνθρώπων . . . D σοφοὶ δὲ ἡγοῦνται εἶναι πάνυ, εἰκότως· μετρίως μὲν γὰρ φιλοσοφίας ἔχειν, μετρίως δὲ πολιτικῶν. 7. STOB. IV 20, 65 Προδίκου. ἐπιθυμίαν μὲν διπλασιασθεῖσαν ἔρωτα εἶναι, ἔρωτα δὲ διπλασιασθέντα μανίαν γίγνεσθαι. 8. [PLAT.] Eryxias p. 397 D ff. τουτονὶ μὲν τὸν λόγον, ἔφην ἐγώ, πρώιην ἐν Λυκείωι ἀνὴρ σοφὸς λέγων, Πρόδικος ὁ Κεῖος, ἐδόκει τοῖς παροῦσι φλυαρεῖν οὕτως, ὥστε μηδένα δύνασθαι πεῖσαι τῶν παρόντων, ὡς ἀληθῆ λέγει· ... ἠρώτα γὰρ αὐτὸν τὸ μειράκιον, πῶς οἴεται κακὸν εἶναι τὸ πλουτεῖν καὶ ὅπως ἀγαθόν· ὁ δ’ ὑπολαμβάνων, ὥσπερ καὶ σὺ νῦν δή, ἔφη, τοῖς μὲν καλοῖς κἀγαθοῖς τῶν ἀνθρώπων καὶ τοῖς ἐπισταμένοις, ὅπου δεῖ χρῆσθαι τοῖς χρήμασι, τούτοις μὲν ἀγαθόν, τοῖς δὲ μοχθηροῖς καὶ ἀνεπιστήμοσι κακόν. ἔχει δ’, ἔφη, καὶ τἆλλα πράγματα οὕτω πάντα· ὁποῖοι γὰρ ἄν τινες ὦσιν οἱ χρώμενοι, τοιαῦτα καὶ τὰ πράγματα αὐτοῖς ἀνάγκη εἶναι. 9. [Plat.] Axiochos p. 366 B ff. [Sokr. spricht] Ἀξίοχε, σύ γε οὐκ ἔτυμά μοι μαρτυρεῖς, οἴει δὲ καθάπερ Ἀθηναίων ἡ πληθύς, ἐπειδὴ ζητητικός εἰμι τῶν πραγμάτων, ἐπιστήμονά του εἶναί με. ἐγὼ δὲ εὐξαίμην ἂν τὰ κοινὰ ταῦτα εἰδέναι· τοσοῦτον ἀποδέω τῶν περιττῶν. (c) καὶ ταῦτα δέ, ἃ λέγω, Προδίκου ἐστὶ τοῦ σοφοῦ ἀπηχήματα τα μὲν διμοίρου ἐωνημένα τὰ δὲ δυοῖν δραχμαῖν τὰ δὲ τετραδράχμου. προῖκα γὰρ ἁνὴρ οὗτος οὐδένα διδάσκει· διὰ παντὸς δὲ ἔθος ἐστὶν αὐτῶι φωνεῖν τὸ Ἐπιχάρμειον [13 B 30] · ἁ δὲ χεὶρ τὰν χεῖρα νίζει, δός τι καὶ λάβοις τί κα . πρώιην γοῦν παρὰ Καλλίαι τῶι Ἱππονίκου ποιούμενος ἐπίδειξιν τοσάδε τοῦ ζῆν κατεῖπεν, ὥστε ἔγωγε μὲν παρὰ ἀκαρῆ διέγραψα τὸν βίον καὶ ἐξ ἐκείνου θανατᾶι μου ἡ ψυχή, Ἀξίοχε. 10. PLUT. de sanit. 8 p. 126 D κομψῶς γὰρ ἔοικεν ὁ Πρόδικος εἰπεῖν, ὅτι τῶν ἡδυσμάτων ἄριστόν ἐστι τὸ πῦρ.