1. SCHOL. ARISTOPH. Wolk. 361 φέρεται δὲ καὶ Προδίκου βιβλίον ἐπιγραφόμενον Ὧραι, ἐν ὧι πεποίηκε τὸν Ἡρακλέα τῆι Ἀρετῆι καὶ τῆι Κακίαι συντυγχάνοντα καὶ καλούσης ἑκατέρας ἐπὶ τὰ ἤθη τὰ αὑτῆς, προσκλῖναι τῆι Ἀρετῆι τὸν Ἡρακλέα καὶ τοὺς ἐκείνης ἱδρῶτας προκρῖναι τῶν προσκαίρων τῆς κακίας ἡδονῶν. PLAT. sympos. p. 177 B εἰ δὲ βούλει αὖ σκέψασθαι τοὺς χρηστοὺς σοφιστάς, Ἡρακλέους μὲν καὶ ἄλλων ἐπαίνους καταλογάδην συγγράφειν, ὥσπερ ὁ βέλτιστος Π.