πεσεῖν μὲν οὖν αὐτὸν καὶ κοινωνῆσαι τοῦ τάφου μόγις ἔπεισα· οὐ γὰρ ἤθελεν ἀπελθεῖν τῆς στάσεως οὐδὲ ὑποπεσεῖν ταῖς ἑτέρων φιλοτιμίαις, οὐκ ἀξιῶν τὸν ὑπὲρ τῆς Ἀσίας ὅλης ὅτι τέθνηκεν ὁμολογῆσαι βεβιασμένον. ἀγαθὸς μὲν οὖν ἦν ὁ Κυναίγειρος καὶ παῖς πατρὸς ἀγαθοῦ, οὐ μὴν ἀγαθῶν κρείττων· ἥττηται δὲ Καλλιμάχου τοσοῦτον ὅσον οἱ κείμενοι τῶν ἑστηκότων καὶ θάρσους ἀγαθοῦ νεκρὸς οὐχ ὁλόκληρος.