<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg1617.tlg001.1st1K-grc1" xml:lang="grc"><div type="textpart" subtype="chapter" xml:base="urn:cts:greekLit:tlg1617.tlg001.1st1K-grc1" n="2"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg1617.tlg001.1st1K-grc1:2" n="11"><p rend="indent">πολὺν μὲν οὖν χρόνον ἐν τῷ σώματι διεκαρτέρησεν ἡ ψυχὴ ἐρίζουσα πρὸς τὴν φύσιν καὶ εἰς τὴν ἀδύνατον <pb facs="declamationesqua00poleuoft_0036"/> ἀνθρώποις ἀθανασίαν ἐβιάζετο· ἐπεὶ δὲ ἄνθρωπος Καλλίμαχος ἦν καὶ θνητὸς ἦν καὶ τοῦ σώματος ἀπελθεῖν  ναγκάζετο τῷ πλήθει τῶν τραυμάτων, ἀπέθανε μέν, οὐκ ἔπεσε δέ, ἀλλʼ ἐξιοῦσα ἡ ψυχὴ βεβαίως τῷ σώματι μένειν καὶ καρτερεῖν ἐνετείλατο καὶ μάχεσθαι τὴν δυνατὴν τοῖς ἀψύχοις μάχην. τὸ δὲ ἐπείσθη καὶ βεβαίως ἔμεινεν ὥσπερ ἐρριζωμένον [καὶ] διὰ τοῦ πολέμου τοιοῦτο οἷον αὐτὸ ἐξιοῦσα ἔστησεν ἡ ψυχὴ καὶ πολὺν χρόνον τοὺς βαρβάρους ἐξηπάτησεν· οὐδεὶς γὰρ ᾤετο τεθνάναι τὸν ἑστηκότα.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg1617.tlg001.1st1K-grc1:2" n="12"><p rend="indent">ὦ Καλλιμάχου φοβεροῦ καὶ νεκροῦ· ὦ στρατιώτου τῆς εἱμαρμένης πολυχρονιωτέρου· ὧ μακροτέρα τῆς ψυχῆς, ὦ πιστοτέρα τοῦ πνεύματος ἀρετή· ὦ σῶμα πολλῶν ψυχῶν ἰσόρροπον· ὦ φρόνημα ὀρθόν· ὦ σῶμα ἔμψυχον· ὦ σῆμα νικηφόρον ὅπλοις καὶ βέλεσι κεκοσμημένον· ὦ πρῶτον Μαραθῶνος τρόπαιον. ὦ τηρήσας ὀρθὴν τὴν ἐλευθερίαν Ἀθηναίοις, ὦ στήσας ἐν αὑτῷ τὴν Ἑλλάδα, οὐκ εἴασας τὰς Ἀθήνας πεσεῖν.</p></div></div></div></body></text></TEI>