πολὺν μὲν οὖν χρόνον ἐν τῷ σώματι διεκαρτέρησεν ἡ ψυχὴ ἐρίζουσα πρὸς τὴν φύσιν καὶ εἰς τὴν ἀδύνατον ἀνθρώποις ἀθανασίαν ἐβιάζετο· ἐπεὶ δὲ ἄνθρωπος Καλλίμαχος ἦν καὶ θνητὸς ἦν καὶ τοῦ σώματος ἀπελθεῖν ναγκάζετο τῷ πλήθει τῶν τραυμάτων, ἀπέθανε μέν, οὐκ ἔπεσε δέ, ἀλλʼ ἐξιοῦσα ἡ ψυχὴ βεβαίως τῷ σώματι μένειν καὶ καρτερεῖν ἐνετείλατο καὶ μάχεσθαι τὴν δυνατὴν τοῖς ἀψύχοις μάχην. τὸ δὲ ἐπείσθη καὶ βεβαίως ἔμεινεν ὥσπερ ἐρριζωμένον [καὶ] διὰ τοῦ πολέμου τοιοῦτο οἷον αὐτὸ ἐξιοῦσα ἔστησεν ἡ ψυχὴ καὶ πολὺν χρόνον τοὺς βαρβάρους ἐξηπάτησεν· οὐδεὶς γὰρ ᾤετο τεθνάναι τὸν ἑστηκότα. ὦ Καλλιμάχου φοβεροῦ καὶ νεκροῦ· ὦ στρατιώτου τῆς εἱμαρμένης πολυχρονιωτέρου· ὧ μακροτέρα τῆς ψυχῆς, ὦ πιστοτέρα τοῦ πνεύματος ἀρετή· ὦ σῶμα πολλῶν ψυχῶν ἰσόρροπον· ὦ φρόνημα ὀρθόν· ὦ σῶμα ἔμψυχον· ὦ σῆμα νικηφόρον ὅπλοις καὶ βέλεσι κεκοσμημένον· ὦ πρῶτον Μαραθῶνος τρόπαιον. ὦ τηρήσας ὀρθὴν τὴν ἐλευθερίαν Ἀθηναίοις, ὦ στήσας ἐν αὑτῷ τὴν Ἑλλάδα, οὐκ εἴασας τὰς Ἀθήνας πεσεῖν.