ἀλλʼ ὁ μὲν τούτου τοῖς βέλεσι τῶν ἐναντίων ἐκθεὶς ἑαυτὸν ὑπʼ αὐτῶν τῶν τοξευμάτων τε καὶ βλημάτων περιχυθέντων κατεσχέθη καὶ διὰ τοῦτο ἔμενεν ἐν τῷ τῆς στάσεως σχήματι καὶ ἐδόκει ἑστάναι πεσεῖν μὴ δυνάμενος καὶ τὸ Καλλιμάχου λαμπρὸν τοῦτό ἐστι μόνον, σχῆμα ζῶντος ἐν νεκρῷ σώματι· ὁ δὲ ἐμὸς Κυναίγειρος ὑπερβὰς τὴν φάλαγγα κᾆτα ἀδεῶς ἐκδραμών, πρὸς αὐτὴν ἐπεξῆλθε τὴν ᾐόνα ἔνθα δὴ τὸ πλεῖστον ἦν τῆς στρατιᾶς καὶ μαχιμώτατον, καὶ γυμνὸς σχεδὸν μαχόμενος ἐπέβη τῇ θαλάσσῃ καὶ πρῶτος ἀνθρώπων. ἐναυμάχησεν ἐκ γῆς.