Καλλίμαχον μὲν ὡς πολέμαρχον ἀνάγκη τῆς ἀρχῆς ἦγεν εἰς Μαραθῶνα καὶ μὴ βουλόμενον ἀμύνασθαι τὴν τῶν βαρβάρων ἀπόβασιν· Κυναίγειρος δὲ ὑπʼ ἀρετῆς καὶ τόλμης, ἐθελούσιος, ἐπεὶ καὶ νέος ὢν κομιδῆ, σχεδὸν καὶ πρὸ τῆς ἡλικίας, μετέσχε τῆς ἐξόδου, ἔρωτι δόξης καὶ μεγάλων ἔργων ὀρεγόμενος. ἐν δὲ τῇ μάχῃ πάντες μὲν ἐγένοντο ἄνδρες ἀγαθοὶ καὶ οἱ πεσόντες τῶν στρατιωτῶν καὶ οἱ περιγενόμενοι· θαυμαστότατοι δὲ πάντων ἐφάνησαν οὑμός τε παῖς καὶ ὁ τούτου.