ἐάσατέ με τραγῳδῆσαι τραγῳδίαν ἐπιτάφιον καὶ χορὸν παραγαγεῖν ἐπινίκιον· μὴ φθονήσητε δράματι Μαραθωνίῳ. ἀλλʼ, ὦ Αἰσχύλε παῖ, τὸν λόγον μοι σὺ ποίησον καὶ συγκόσμησον τὰς Μαραθῶνος μάχας τῷ πατρί. μή με ἀτιμάσητε· χεῖρας ὑμῖν ὁμοίας προτείνω ταῖς ὑπὲρ ὑμῶν κειμέναις. ἔχομαι τοῦ λόγου, λαμβάνομαι τοῦ τάφου. οὐκ ἀφίσταμαι τὸ πολυάνδριον διεξιών, πατὴρ ὢν Κυναιγείρου. ἐπιτίθημι τὰς χεῖρας τῷ σήματι· καὶ ταύτας ὁ θέλων ἀποκοψάτω.