ἄπελθε, παραχώρησον· ἐρῶ τι καὶ περὶ τοῦ σοῦ παιδός. καλὸν ἐρῶ λόγον, ὅτι τοιούτου στρατιώτου Κυναιγείρου πολέμαρχος ἦν. σὺ δʼ ἐπιταφίῳ μηδὲ ἐπιχείρει πατὴρ ὢν νεκροῦ μηδὲ ταφῆναι θέλοντος. ἤδη πάλαι παρελήλυθεν ὁ καιρὸς τῶν ὑμετέρων ἐπιταφίων· πάλαι γάρ, πάλαι τέθαπται Καλλίμαχος ὑπὸ τῶν βελῶν. εἰμὶ δέ, ὦ ἄνδρες δικασταί, πρὸς τὸν λόγον ἐπιτηδειότερος τὸν ἐπὶ τῷ σήματι· καὶ γὰρ αὐτοῦ πατήρ εἰμι καὶ τῶν μεγάλων ὀνομαστότατος· ἔχω δὲ καὶ γλῶτταν οἵαν ἐκεῖνος δεξιάν.