ὧ παῖ, τὰς μὲν σὰς χεῖρας ᾄδουσι λαταιεῖς, τὰς δὲ σὰς ἀριστείας Λακεδαιμόνιοι πυνθάνονται. ταύταις καὶ ολύζηλος κολούθησε μὴ τεθεαμένος. προκατέλαβες Ἀθηναίοις, ὦ παῖ, καὶ τὴν θάλασσαν ἡμῖν οἰκείαν ἐποίησας· συνέθου τῷ στοιχείῳ φιλίαν ὑπὲρ τῆς πατρίδος· ἔδωκας ὑπὲρ ἡμῶν τῇ θαλάσσῃ τὴν δεξιάν. μιμήσονται χρόνῳ ναυμαχοῦντες τὰ σὰ σχήματα καὶ γενήσονται ἐκ σιδήρου χεῖρες *ἐπὶ ναῦς ἐπιβολὰς,* ὦ παῖ, τῆς σῆς μάχης εἰκόνας ἔχουσαι. καὶ πολλὰ λέγειν ἔχων τῆς σῆς ἀρετῆς ἐγκώμια, τὰ κάλλιστα κοινῷ νόμῳ φυλάττω. ἔχεις τοιοῦτόν τινα λόγον μεγαληγορῆσαι, ὦ Καλλιμάχου πάτερ; ποίαν τοιαύτην στάσιν οἵαν ἔστησαν αἱ Κυναιγείρου χεῖρες ἤδη πίπτουσαν τὴν Ἑλλάδα; τοῦ μὲν γὰρ σοῦ νεκροῦ βέλη βάρβαρα, τῆς δὲ πάσης Ἑλλάδος αἱ χεῖρες ἡμῶν τὰ στερεώματα.