<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg1617.tlg001.1st1K-grc1" xml:lang="grc"><div type="textpart" subtype="chapter" xml:base="urn:cts:greekLit:tlg1617.tlg001.1st1K-grc1" n="1"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg1617.tlg001.1st1K-grc1:1" n="41"><p rend="indent">Δάτιδος δὲ κόπτειν τὴν κεφαλὴν τοῦ τροπαιούχου ἄνωθεν ὁρμήσαντος καὶ ὑπὸ δέους ἀπράκτου μείναντος ἐγείρεται πᾶς ἀνὴρ πρὸς τὴν χεῖρα καὶ μυρία καμὼν καὶ μηδὲν ἰσχύσας ἐβόησεν ἕκαστος· <q>ἐφʼ οἴας ἡμᾶς, ὦ θεοί,  γάγετε δεξιάς. τί μέλλετε ἄνδρες χαλκεόθυμοι; ἢ θᾶττόν τις ἡμῶν ἀποτεμνέτω τὴν χεῖρα καὶ ἡμᾶς λυσάτω ἢ ἤδη ναῦς διὰ θαλάττης ἐπιδραμοῦσα καὶ ἱππικαὶ <pb facs="declamationesqua00poleuoft_0031"/> φάλαγγες διὰ γῆς αἰχμαλώτους ἡμᾶς εἰς Ἀθήνας κομιοῦσι.</q> τὰ μὲν οὖν ἄλλα βέλη ταύτης οὐχ ἥπτοντο, πελέκει δὲ μεγάλῳ τις αὐτὴν ὥσπερ δρῦν ἢ πεύκην ἔκοπτεν. ὁ δὲ ταύτης οὐδὲν ἐφρόντισεν ἀφαιρουμένης ὥσπερ ἀλλοτρίαν χεῖρα διδοὺς περὶ ἣν ὅλον τὸ στρατόπεδον τὸ μὲν ἔπιπτεν ἐν μέρει, τὸ δὲ ἐμάχετο, καὶ τὰ τραύματα τοῖς στοιχείοις διένειμεν.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg1617.tlg001.1st1K-grc1:1" n="43"><p rend="indent">ἄξιός γε ἦσθα, ὦ Κυναίγειρε, τῆς Βριάρεω πολυχειρίας ἵνα πᾶσάν μοι τὴν Ἀσίαν ἐκράτησας· καὶ νῦν πρὸς τοσοῦτον μέρος ἀντήρκεσας ὅσον Νάξον ἔφερεν, ὅσον Ἐρέτριαν· οἳ ἀπήγαγον βασιλεῖ φήμην οὐκ ἀγεννῆ λέγοντες· <q>βασιλεῦ, ἐπʼ ἄνδρας ἐπλεύσαμεν ἀδαμαντίνους οἷς κοπτομένων τῶν χειρῶν οὐ μέλει, ἐπὶ δεξιὰς ὅλαις ναυσὶ παρισουμένας· καὶ νῦν μόλις ἀνήχθημεν ἐκ Κυναιγείρου.</q></p></div></div></div></body></text></TEI>