ὦ δεξιὰ ψυχῆς ἰδίας ἀξία, οὕτω τὴν ναῦν ὡς Καλλίμαχος τὰ βέλη κατέσχες τιμωρήσασα οἰκείῳ νεκρῷ. ὦ καινὸν ἐπινόημα σώματος. ὦ παῖ, ὦ μέγα θαῦμα, πρῶτος ναῦν ἔδειξας ὑπὸ χειρῶν ὥσπερ ἀγκυρῶν ἀσάλευτον μένουσαν. οἷά σέ φασι βοᾶν, ὦ παῖ, τῆς νεὼς ἐχόμενον· Νάξον ἀπαιτῶ τὴν ἡρπασμένην, τὰς ἐν Αἰγαίῳ νήσους ἀπαιτῶ. ἀπόδοτε καὶ μὴ φεύγετε. ὦ παῖ μείζω τῆς φύσεως βεβουλημένε· ὦ θρασύτερα ποιήσας τὰ μέλη τοῦ σώματος· ὦ ὁ περινοήσας διὰ τῶν πεδίων καὶ τῶν ὀρῶν ἄγειν ναῦν Ἀθηναίοις αἰχμάλωτον.