ὦ ἡδεἶα δεξιὰ ἣν ἀνέτειλε τοῖς Ἕλλησιν ἡ γῆ· ὦ δεξιὰ βιαιοτέρα πνευμάτων· σὺ γὰρ κατέσχες ναῦν ἀναγομένην· ὦ κρείττων ῥοθίου βαρβαρικοῦ χείρ· σὺ γὰρ ἐρεττομένην ὥρμισας· ὦ στολαγοῦ καὶ μακροτέρας βελῶν δεξιᾶς διʼ ἣν οὐ μάτην ὁ ὰν ἐξ Ἀρκαδίας ἔδραμεν, οὐκ εἰκῆ Δημήτηρ καὶ Κόρη τῇ μάχῃ παρεγένοντο· ὦ θέαμα τῶν θεῶν ἄξιον. ὦ τρόφιμε τῆς παρούσης Ἀθηνᾶς· ὦ σύντιμε τοῖς Ἡρακλέους ἄθλοις καὶ Θησέως· οἱ μὲν γὰρ ταύρους εἷλκον καὶ λέοντας, σὺ δὲ τὸν τῆς Ἀσίας εἷλκες στόλον. τοῦτο ἦν τὸ δόρυ τῆς Ἀθηνᾶς ἡ Κυναιγείρου δεξιά, τοῦτο δᾷδες τῶν θεῶν χεῖρες ἐλευθέριον σέλας φέρουσαι. νῦν πρῶτον εἶδον ἄνθρωποι ναυμαχίαν ἐν γῇ, νῦν πρῶτον ἀνδρὸς μάχην καὶ νεώς, νῦν πρῶτον ἀντίπρωρον δεξιάν, νῦν ἅμα χεῖρα μὲν ἀφιεμένην, ναῦν δὲ κρατουμένην· οὐ γὰρ ἀπεκόπτετο τοῦ σώματος ἡ χεὶρ ἀλλʼ ἀπῳκίζετο. καὶ τῆς πρώτης ἐμνημόνευεν ἐπιτιμίας ὁ πολέμαρχος τῆς ἀλγηδόνος μὴ αἰσθανόμενος.