ὦ τοῦ μεγάλου θαύματος. ἐπαινεῖς μὲν σὺ τὸν ἑστῶτα, τὸν ἀκλινῆ, τὸν νεκρόν, τὸν μηδὲν στήλης διαφέροντα· ἐγὼ δὲ τὸν πεζομάχον, τὸν ναυμάχον, τὸν πανταχοῦ, τὸν κατὰ μικρὸν μέγαν, τὸν ἀντὶ πολλῶν ἕνα. ὦ χεῖρες Μαραθώνιαι, χεῖρες φίλταται κἀν ταῖσδε ταῖς ἐμαῖς χερσὶ τεθραμμέναι· ὦ σωτῆρες τῆς πάσης Ἑλλάδος· ὦ πρόμαχοι τῶν Ἀθηναίων· ὦ τῶν στρατιωτῶν ὅλων κρείττονες· ὦ Μαραθῶνος δόξα.