<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg1617.tlg001.1st1K-grc1" xml:lang="grc"><div type="textpart" subtype="chapter" xml:base="urn:cts:greekLit:tlg1617.tlg001.1st1K-grc1" n="1"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg1617.tlg001.1st1K-grc1:1" n="31"><p rend="indent">σὺ δέ, ὦ τέκνον, ἐθάρσυνας μὲν τοὺς στρατιώτας τοὺς σεαυτοῦ δεικνὺς ὡς Ἀθηναίων ἕκαστος ὅλης νεὼς βαρβάρου μαχιμώτερος καὶ τὰς χεῖρας οὕτως εὐκόλως  φίεις ὡς ἕτεροι βέλη, Μήδους δὲ καὶ  έρσας καὶ Φοίνικας κατέπληττες ἀντιρρόπους δεικνὺς ταῖς ναυσὶν αὐτῶν τὰς Ἀττικὰς δεξιὰς καὶ δηλῶν ὅτι μόνοις ἀνθρώπων Ἀθηναίοις χεῖρές εἰσιν ἀθάνατοι. Καλλίμαχον μέν, εἰ μηδὲν ἕτερον, ἐκάλυψαν οἱ βάρβαροι· σοῦ δὲ φοβοῦνται Φοίνικες τὴν χεῖρα καὶ κειμένην.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg1617.tlg001.1st1K-grc1:1" n="32"><p rend="indent">ὦ Καλλιμάχου πάτερ, ὁ σὸς υἱὸς εἷς ἦν καὶ μίαν ὅλῳ τῷ σώματι μάχην μεμάχηται· ὁ δὲ ἐμὸς καὶ κατὰ μέρη νενίκηκεν· οὗτος πρῶτος καὶ μόνος χειρὸς ἀριστείαν ἔδειξεν. ἑνὸς εἶ στρατιώτου πατήρ· ἐγὼ δὲ τὸν πολὺν Κυναίγειρον ἐκ Μαραθῶνος ἥμισυν ἐδεξάμην· ἑτέρωθι μὲν γὰρ ἡ δεξιά, ἑτέρωθι δὲ ἡ ἑτέρα χείρ· ὁ δὲ λοιπὸς Κυναίγειρος πλήρης ἦν.</p></div></div></div></body></text></TEI>