<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg1617.tlg001.1st1K-grc1" xml:lang="grc"><div type="textpart" subtype="chapter" xml:base="urn:cts:greekLit:tlg1617.tlg001.1st1K-grc1" n="1"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg1617.tlg001.1st1K-grc1:1" n="29"><p rend="indent">εἰ μὲν δὴ Καλλιμάχῳ παραπλήσιοι πάντες ἐγένοντο, πᾶν ἂν ἡμῶν κατέχωσαν τὸ στρατόπεδον καὶ εἰς Ἀθήνας ἀναδραμόντες καὶ τὴν ἀκρόπολιν αὐτὴν ἂν εἶχον οἱ βάρβαροι· εἰ δὲ Κυναίγειρόν τις καὶ ἄλλος ἐμιμήσατο, δίκας ἂν ἔδοσαν ἔτι μείζονας οἱ μετὰ βασιλέως αὐτοῦ πάντες ἐπὶ τῆς ᾐόνος κατακοπέντες καὶ τέλος ἂν τοῖς βαρβάροις ἔσχε χερσαῖα ναυάγια καὶ πάσας ἂν αἰχμαλώτους ἀναδησάμενοι κεφαλὰς τὰς ναῦς εἴχομεν.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg1617.tlg001.1st1K-grc1:1" n="30"><p rend="indent">πρὸς δὲ τούτοις, τίνας ἂν ἐφόβησε πολεμίους ὁ κρυπτόμενος ὑπὸ τῶν πολλῶν βελῶν ἢ τίνας ὤνησε φίλους; αὐτὸ γάρ τοι τοῦτο τῷ Καλλιμάχου προβόλῳ καθάπερ τινὶ τῶν Ἀσσυρίων χωμάτων καὶ μέγα φρονοῦντες ἔλεγον· <q>οὐ μόνους Ναξίους, οὐ μόνους Ἐρετριεῖς ἀλλὰ καὶ Καλλίμαχον τοῖς βέλεσιν ἐσαγηνεύσαμεν.</q> τῶν ἡμετέρων στρατιωτῶν ἕκαστος ὀκνηρότερος ἦν περιπίπτων ἀεὶ φανερῷ νεκρῷ μὴ βου <pb facs="declamationesqua00poleuoft_0028"/> λομένῳ λαθεῖν ἀλλʼ ὥσπερ ἐξεπίτηδες ὑπὸ Μήδων εἰς τὴν ἡμετέραν ἔκπληξιν ἀνεστηκότι.</p></div></div></div></body></text></TEI>