<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg1617.tlg001.1st1K-grc1" xml:lang="grc"><div type="textpart" subtype="chapter" xml:base="urn:cts:greekLit:tlg1617.tlg001.1st1K-grc1" n="1"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg1617.tlg001.1st1K-grc1:1" n="27"><p rend="indent">μὴ παράβαλε στρατιώτῃ νεκρὸν μηδὲ τῷ βάλλοντι τὸν πάντα βεβλημένον μηδὲ σχῆμα κενὸν ἔργῳ θρασεῖ. ὁ μὲν Καλλίμαχον ἐπαινῶν ἐπαινεῖ τὰ βέλη τῶν βαρβάρων· ταῦτα γὰρ ἐμπαγέντα τῇ γῇ καὶ περιπεσόντα τῷ σώματι καὶ μὴ βουλόμενον ἀνεῖχε καὶ ὤρθου τὸν νεκρὸν ἐν αὐτῷ τῷ σχήματι τῶν τοξευμάτων δεδεμένον. τί, τῶν βελῶν ἐν ἀλλήλοις <pb facs="declamationesqua00poleuoft_0027"/> συνεχομένων θαυμαστή γε ἡ στάσις ἐπὶ τοσούτοις ἐρείσμασι;</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg1617.tlg001.1st1K-grc1:1" n="28"><p rend="indent">Κυναίγειρος δὲ ἐπὶ ποίοις σχήμασιν ἢ φίλων ἢ πολεμίων τὰς χεῖρας ἐπεδίδου τὰς ἑαυτοῦ μεμαχημένος; θαυμαστὸν δέ γε καὶ τίμιον στρατιώτην Καλλίμαχον λέγεις ὅς τὴν ἀρετὴν νεκρὸς ὢν ἐπεδείξατο; ἡμεῖς μὲν ἐν γῇ καὶ θαλάττῃ μεμαχήμεθα, ὑμεῖς δὲ ἐν γῇ μόνῃ· καὶ ὑμεῖς μὲν ἀπεμάχεσθε μόνον τοῖς βαρβάροις, ἡμεῖς δὲ φυγεῖν αὐτοὺς ποιοῦντες οὐκ ἀφιστάμεθα αὐτῶν.</p></div></div></div></body></text></TEI>