ἔτι δέ, τοῦ μὲν τὸ θαυμαστὸν ἀναίσθητόν ἐστιν· ἐν γὰρ τῷ μετὰ θάνατον βεβηκέναι δόξαν ἡ χάρις οὐκ ἔχει· ἀρετὴ γὰρ οὐκ ἔστιν ἄψυχος· Κυναίγειρος δὲ εἰδὼς καὶ συνιεὶς καὶ δριμείας μὲν ἀλγηδόνας τῆς χειρὸς τεμνομένης ὑπὲρ τοῦ παντὸς στρατοπέδου καρτερῶν, τόλμῃ δὲ τοῦ δεινοῦ τὸ καλὸν πρότερον ποιούμενος ὥστε παρʼ ἀμφοτέρων αὐτῷ δικαίως ὀφείλεται θαῦμα μὲν ὧν πέπονθεν, ἔπαινος δὲ ὧν πεποίηκεν. εἰ δὲ δεῖ μηδὲν ὀκνήσαντα τἀληθὲς εἰπεῖν, ἡ μὲν Καλλιμάχου παράδοξος δοκοῦσα στάσις οὐδέν ἐστι· νεκρῷ γὰρ ὅλως τι καὶ πράττειν ἀδύνατον· ἡ Κυναιγείρου δὲ ἀρετὴ κράτιστον, ζῶντι τετολμημένη. τὸ μὲν Καλλιμάχου σεμνὸν σχῆμα μόνον ἀργὸν ἦν· τὰ Κυναιγείρου δʼ ἔργα θαυμαστὰ μετὰ καλλίστων σχημάτων.