αὐτὸς μὲν οὖν ὡς ὀλίγῃ κατεμέμφετο τῇ φύσει καὶ χεῖρας ἀπῄτει παρʼ αὐτῆς, ἡ δεξιὰ δὲ ἔτι τῆς πρύμνης εἴχετο καὶ φεύγουσιν ἐπὶ πλεῖστον τοῖς βαρβάροις, καὶ θᾶττον ἀφῆκε τὴν ψυχὴν Κυναίγειρος ἢ τὴν ναῦν ἡ δεξιά. ἔνθα καὶ θαυμαστὸν ἐγένετο, Κυναίγειρος μὲν ἄνευ χειρῶν ναυμαχῶν, ἡ χεὶρ δὲ ἄνευ Κυναιγείρου διώκουσα, καὶ νεκρὸς εἷς ἄμφω τὰ στοιχεῖα πληρώσας ἑαυτοῦ τοῖς μέλεσιν ἔκειτο, γῇ καὶ θαλάσσῃ μεμερισμένος. ταῦτα ἐμὸν ποιεῖ τὸ νῖκος, διὰ ταῦτα ἐμοὶ τὸν λόγον προσήκειν μᾶλλον δίκαιον· ὑπʼ ἐμοῦ γὰρ δεῖ καὶ λέγοντος καλῶς τιμηθῆναι τὸν τάφον ὃν ἐκόσμησα τῷ πολλῷ μου νεκρῷ.