στυγνός· ὡς παρὰ τὸ ἔτραγον τραγανός, ἔπιθον πιθανός, οὕτω παρὰ τὸ ἔστυγον στυγανὸς καὶ συγκοπῇ στυγνός. οἱ δὲ παρὰ τὴν Στύγα φασὶν εἰρῆσθαι· οἱ γὰρ ἀρχαῖοι τὰ μὲν ἀηδῆ καὶ λυπηρὰ ἀπὸ ψυχροῦ ὀνομάζουσιν, τὰ δὲ ἡδέα καὶ τερπνὰ ἀπὸ τῶν θερμῶν. τὸ οὖν στυγεῖν καὶ φοβεῖσθαι ἀπὸ τῆς Στυγός, ἥπερ μυθεύεται ψυχρότατον παρέχειν ὕδωρ. καὶ ὁμοίως ὁ στυγνὸς παρ’ αὐτὴν εἴρηται. τὴν δὲ τέρψιν θαλπωρὴν παρὰ τὸ τέρπεσθαι καὶ ἰαίνεσθαι, καὶ [ Hom. Il. 9, 2 ] φόβου κρυόεντος * *. Φιλόξενος ἐν τῷ περὶ Ῥωμαίων διαλέκτου. ὑπέρινον τὸ σφόδρα λεπτόν· ἰνῶ ἐστι ῥῆμα τὸ ἐκκενῶ· ὅθεν ὑπέρινον ἄνδρα λέγουσι τὸν λεπτὸν καὶ κενὸν σαρκῶν. Φιλόξενος ἐν τῷ περὶ τῆς Ῥωμαίων διαλέκτου.