ὀπωπή· ὄπτω καὶ ἐξ αὐτοῦ ὄνομα ῥηματικὸν ὀπὴ καὶ διπλασιασμὸς ὀπωπή. οὕτω Φιλόξενος ἐν τῷ περὶ Ῥωμαίων διαλέκτου. παιδνὸς κυρίως ἐπὶ τοῦ νεωτάτου παιδός· παρὰ τὸ παίζω. τὸ παιδνός, ὡς ἀλαπάζω ἀλαπαδνός. οὕτως Φιλόξενος ἐν τῷ περὶ Ῥωμαίων.