κάψα· κάπτω ῥῆμα δηλοῦν τὸ χωρῶ· παρὰ τὸ κάψω κάψα, ὡς δόξω δόξα, ἡ χωρητικὴ οὖσα τῶν ἐντιθεμένων αὐτῇ. ὥσπερ γὰρ ἀπὸ τοῦ δόξω δόξα καὶ ἄξω ἄξα. οὕτως Φιλόξενος ἐν τῷ περὶ Ῥωμαίων διαλέκτου. λέγει δὲ ὅτι δύναται καὶ παρὰ τὸ κάμπτω κάμψω, κάμψα εἶναι καὶ κάψα. κορώνη καὶ ἐπὶ τοῦ τόξου καὶ ἐπὶ τῆς θύρας καὶ ἐπὶ τῆς πρύμνης τοῦ πλοίου, ἡ καὶ κορωνίς, διὰ τὸ ἐπικαμπές. εἴρηται δὲ ταῦτα ἀπὸ τῆς κορώνης τοῦ ζώου· εὐλύγιστον γὰρ ἔχει καὶ οἷον ἐπικαμπῆ τὸν τράχηλον. καὶ ἐπὶ μέρους δὲ σώματος, ὡς ἐπὶ τοῦ ἀγκῶνος, οἷόν τε παράγεσθαι. οὕτω Φιλόξενος ἐν τῷ περὶ Ῥωμαίων διαλέκτῳ.