Μάιος· Φιλόξενος δὲ λέγει ὅτι παρ’ Αἰολεῦσι ἡ γραφὴ διὰ τοῦ ἰῶτα. ἔστι δὲ Μάιος ἐπεξουσιαστὴς ὡς ἐκ τοῦ μαγέστατος, ἀπὸ Μαίας τῆς Ἄτλαντος τοῦ Ἑρμοῦ ὀνομασθείς. Μάιον κατὰ διάλυσιν τοῦ ἰῶτα. νέπως ὁ νέος παῖς ἐξ Ἑλληνικῆς ἐτυμολογίας ὁ ἔγγονος λέγεται, ὡς καλῶς ὁ Φιλόξενος εἶπεν· nepos δὲ καὶ ὁ ἄσωτος, ὅπερ καὶ αὐτὸ τροπικῶς. καὶ κατὰ θεωρίαν τάχα τοῖς Ἕλλησι παραχωρητέον, ὅτι τὸν σκορπίον οἱ Ῥωμαῖοι πατρίως νέπαν καλοῦσιν οἱονεὶ ἄποδα κατὰ στέρησιν (τὴν γὰρ ne συλλαβὴν στερητικῷ τρόπῳ λαμβάνουσι Ῥωμαῖοι, ὥσπερ Ἕλληνες νήλιπος νήχυτος νήγρετος νήδυμος) ἐκ τοῦ κατὰ φύσιν συμβαίνοντος τῷ θηρίῳ.