ἁρπῶ· ἐξ οὗ τὸ ἁρπάζω· ἐν χρήσει μὲν οὐκ οἶδα 〈τὸ〉 πρωτότυπον. τὸ δὲ ἁρπῶ αὐτὸ παράγωγον ἀπὸ τοῦ ἅρπη παρηγμένον· ἅρπη δέ ἐστιν εἶδος ὀρνέου· ἁρπακτικὸν γάρ. ὡς φωνή φωνῶ, αὐδή αὐδῶ, σιγή σιγῶ, οὕτως ἅρπη ἁρπῶ. οὕτω Φιλόξενος περὶ Ῥωμαίων διαλέκτου. ὁ Φιλόξενος ἐν τῇ περὶ Ῥωμαίων διαλέκτου ἀντὶ τοῦ ἀρτὴρ τροπῇ τοῦ ρ̄ εἰς λ̄. κάψα· κάπτω ῥῆμα δηλοῦν τὸ χωρῶ· παρὰ τὸ κάψω κάψα, ὡς δόξω δόξα, ἡ χωρητικὴ οὖσα τῶν ἐντιθεμένων αὐτῇ. ὥσπερ γὰρ ἀπὸ τοῦ δόξω δόξα καὶ ἄξω ἄξα. οὕτως Φιλόξενος ἐν τῷ περὶ Ῥωμαίων διαλέκτου. λέγει δὲ ὅτι δύναται καὶ παρὰ τὸ κάμπτω κάμψω, κάμψα εἶναι καὶ κάψα. κορώνη καὶ ἐπὶ τοῦ τόξου καὶ ἐπὶ τῆς θύρας καὶ ἐπὶ τῆς πρύμνης τοῦ πλοίου, ἡ καὶ κορωνίς, διὰ τὸ ἐπικαμπές. εἴρηται δὲ ταῦτα ἀπὸ τῆς κορώνης τοῦ ζώου· εὐλύγιστον γὰρ ἔχει καὶ οἷον ἐπικαμπῆ τὸν τράχηλον. καὶ ἐπὶ μέρους δὲ σώματος, ὡς ἐπὶ τοῦ ἀγκῶνος, οἷόν τε παράγεσθαι. οὕτω Φιλόξενος ἐν τῷ περὶ Ῥωμαίων διαλέκτῳ. μοχλός· παρὰ τὸ ὁμοῦ καὶ τὴν κλεῖν ἔχειν ὠνόμασται, ὃς ἅμα αὐτῷ τὴν κλεῖν ἔχει. οὕτω Φιλόξενος ἐν τῇ περὶ Ῥωμαίων διαλέκτῳ· ἀλλαχοῦ δέ φησιν· παρὰ τὸ μολῶ μοχλὸς πλεονασμῷ τοῦ χ̄.