νᾶς, ἐπανγέλλεται τὸ τέλος διὰ παντὸς ποιήσειν· οὔτε γὰρ ἰατρὸς οὔτε κυβερνήτης οὔτε τοξότης οὔτε ἀπλῶς, ὅσοι τὰς ἐπιστήμας οὐ παγίους ἔχουσιν ἀλλὰ στοχαστικάς· ὥστʼ ἢ καὶ ταύτας οὐ ῥητέον εἶναι τέχνας ἢ καὶ τὴν ῥητορικήν. Ἐπαγγέλλεταί τε καὶ ὁ ῥήτωρ τὸ τέλος ποιήσειν· ἔστι δʼ αὐτοῦ τὸ τέλος, ὅ φέρει τῶν πραγμάτων ἡ φύσις, οὔτε διὰ παντὸς κείμενον οὐδὲ μὰ Δία κατὰ τὸ πλεῖστον, ἀλλὰ πολὺ μᾶλλον τῶν μὴ ῥητόρων τὸ ἔργον ποιεῖ. „Πᾶς τεχνίτης πολὺ πρότερον ἑαυτῶι περιποιεῖ τὸ τῆς τέχνης ἔργον, ῥήτορος δὲ τὴν τέχνην εἶχον καὶ οἱ ἀρχαιότατοι τῶν συνηγόρων.“ Διὰ τούτων μὲν τῶν λόγων καὶ τὴν ἰατρικὴν ἐκ τῶν τεχνῶν ἐκβάλωμεν, εἰ πρὸ τῆς Ἀσκληπιοῦ τις ἄλλους παρίσταται εὖ θεραπεύσαντας. „Ὅ τε ῥήτωρ οὐδὲ ἀτεχνίαν ἄλλοις ἐγχειρίζει, διὰ δὲ ἀγωνιῶν τὴν οὐδʼ ἐῶσαν τἀκόλουθον βλέ πειν ἕξιν.“ VII Ὥστε ῥητέον μηδὲ τριβὴν καὶ ἱστορίαν εἶναι τὴν ῥητορικήν· περιεποίουν γὰρ ἂν τὸ διὰ τῆς τριβῆς πολὺ πρότερον ἑαυτοῖς. „Πρὸ τοῦ καταβληθῆναι τὰς τέχνας βέλτειον ἐρητόρευον, ἐφʼ οἷς δὲ συνέστησαν, χεῖρον.“ Ἄγαν μὲν τοῦτό τις ἂν εἴποι πρόχειρον· οἱ γὰρ μετὰ Δημοσθένην πολὺ ἧττον ἤδη καταβεβλημένων τῶν τεχνῶν ἔλεγον. Οὐ μὴν ἀλλὰ τῆς ῥητορικῆς οὐ πάνυ οὔσης τέχνης, προσδεομένης δὲ τριβῆς πολλῆς καὶ τοῦ πλείστου διὰ φύσεως καὶ ἀσκήσεως δυναμένης μετασχεῖν, πῶς διὰ τοῦτʼ ἀνάγκη, καὶ νῦν περισῴζεσθαι, ἤτοι θαυμαστόν, εἰ πρότερον μὲν ἐγένοντο μεγαλοφυεῖς καὶ φιλόσοφοι, μετὰ δὲ τὰς εὑρέσεις τῶν τεχνολογιῶν οἱ τοιοῦτοι; τούτωι γὰρ τῶι τρόπωι καὶ τὴν ποιητικὴν καὶ τὴν ἰατρικὴν καὶ πολλὰς ἄλλας οὐκ εἶναι τέχνας VIII λέγωμεν· καὶ καθʼ ἡμᾶς δὲ φήσαι τις ἂν ἀγαθοὺς εἶναι ῥήτορας ἀλλʼ οὐχὶ μόνον ἐν τοῖς πάλαι καιροῖς· τό τε τοὺς σοφιστὰς μὲν διαπρέπειν πρὸ τῶν τεχνολογιῶν οὐ δείκνυσιν, ἀλλʼ ὑπὸ πολιτικῶν εἰσῆχθαι τὰς τέχνας, οὐχ ὑπὸ τῶν ἀνιστορήτων φήσει τις, ἄλλας δὲ εἶναι γραφαῖς οὐ περιειλημμένας ὥσπερ οὐδʼ ἐν πολλοῖς ἔθνεσιν τῶν βαρβάρων. Νῦν δʼ ἐπεὶ πρὸς ἅπαντας τοὺς λόγους ἀποχρώντως διειλέγμεθα τοὺς ἠρωτημένους ὑπὲρ τοῦ μὴ εἶναι τὴν ῥητορικὴν τέχνην, ἑξῆς ἀποψόμεθα ταχέως καὶ τοὺς ὑπὲρ τοῦ τέχνην αὐτὴν εἶναι προφερομένους, οἷς καὶ αὐτῶν οἵ γε πλείους μὴ πᾶσι τελέως συστοιχοῦσιν, ἐχοντα. μ νουτων πρὸς τοὺς παραλελο γισμένους τῶν χαρακτήρων τοῖς. Οὐ μὴν ἀλλὰ τοιαύτης προκειμένης τῆς τῶν πολλῶν λογισμῶν πλάνης καὶ τοῦ παραλογισμοῦ τῶν ἀποφαινομένων αὐτῶν ΙΧ τὰ περὶ τῆς τέχνης καὶ τὴν ἐπαγγελίαν τῶν ῥητορικῶν, ὡς μέθοδον οὖσαν συναρτῶνται καὶ δὴ ἀξίως τὰ ἔργα συντελοῦσιν, οὐ τὰ πρόθεσιν κυροῦντα συνάγουσιν. — Ἀγνοοῦσιν δὲ καί, ὅτι πέφυκεν οὐχὶ μόνον τὰ διὰ τέχνης μὴ περιγίνεσθαι χωρὶς τέχνης, ἀλλὰ καὶ τὰ διʼ ἀσκήσεως μὴ παρακολουθεῖν χωρὶς ἀσκήσεως, δοκεῖ δὲ παραπλήσιά τινα τῆι σοφιστικῆι καὶ τῆι πολιτικῆι προσόντα καὶ δὴ προτρέποντα τοὺς ἀπάτας μὴ ὁρῶντας τὰς τῶν ῥητορικῶν καὶ ἠπατημένους, τέχνης περὶ ταῦτʼ οὐχ ὑπαρχούσης. — Καὶ πρόχειρον λέγοιτʼ ἂν τοῦτο· εἰ τὰς τῶν ῥητορικῶν λόγων ἔξεις καλεῖσθαι τέχνην καὶ ἐπιστήμην συμβέβηκεν, πῶς οὐκ ὀλίγων ἀλλὰ κοιναὶ καὶ πάντων εἰσίν; Ἀλλʼ ἐπειδὴ μεγάλης οὐκ ἔστιν ἀνατάσεως χρεία X πρὸς αὐτάς, ἰτέον ἐπὶ τὰς τῶν κατὰ μέ μέ|ρος λόγων διακοπάς, ἃ δεῖ ἐπί τινων προρήσεως καὶ ἐπιρήσεως. „Εἰ μὴ τέχνην μεθώδευον οἱ ῥήτορες, οὐκ ἂν πολλοὶ προσῄεσαν αὐτοῖς μισθοὺς διδόντες.“ Ἄξιον μὲν ἐπιστάσεως, μὴ δή ποτε οὐχ ἕνεκα τέχνης ἀναλήψεως μόνον προσίασιν ἔνιοί τισιν, ἀλλὰ καὶ χάριν τῶν διʼ ἄλλου τρόπου περιγινομένων, οἷον δὴ καὶ τὴν ῥητορικὴν παρασκευάζειν. Οὐ μὴν ἀλλʼ ἐπειδὴ ἐμφαίνει διὰ τῆς ὑπομνήσεως, ὡς ἄρα τοῦ πολιτικοῦ γένους ἐστὶν ἡ σοφιστικὴ ῥητορικὴ καὶ τέχνη, καὶ καταξιοῦται μὴ ἄν ποτε προσιέναι τινάς, εἰ μή τινες τούτου μέθοδοι ἦσαν ἢ τέχναι, φησὶν ἐν τῶι περὶ τῆς ῥητορικῆς Ἐπίκουρος, ὅτι „τοῖς διατριβικοῖς οἱ προσιόντες ἀπατῶνται καὶ οὐκ ἀπεικότως διὰ τοιαύτην αἰτίαν· ὅταν γὰρ ἀκούωσιν ἐν ταῖς δείξεσιν καὶ πανηγύρεσιν, τῶι μήτε περὶ συμβολαίου μήτε περί τινος τῶν τῆι XI πόλει συμφερόντων εἶναι τὸν λόγον οὐδὲ τὸν ὅρκον ὀμωμοκότες ἢ κινδυνεύοντες, ὑπὲρ οὗτινος ἀκούουσιν τῶν πεπραγμένων, ὅτι . πα π νε σεικ σ απο — ὅταν δʼ οὕτω διακούωσιν, τοῖς μὲν λεγομένοις οὐ προσέχουσιν, εἰ συμφέροντα ἔσται ἢ οὔ, καὶ τὸ σύνολον, εἰ ἔστιν ἀληθῆ ἢ οὐκ ἀληθῆ, ὑπʼ αὐτοῦ δὲ τοῦ ἤχου καὶ τῶν περιόδων καὶ παρίσων καὶ ἀντιθέτων καὶ ὁμοιοτελεύτων ψυχαγωγούμενοι προσεδόκησαν, εἰ οὕτω λάλοι ἦσαν, καὶ ἐν ἐκκλησίαις καὶ δικαστηρίοις εὖ ἀπαλλάξειν, οὐ συνορῶντες, ὅτι οὐδʼ ἂν ἠνέσχοντο, εἰ ἐν ἐκκλησίαις καὶ δικαστηρίοις οὕτω λαλοῦντος ἤκουον· ὅθεν ἦλθον ἐπὶ τὸ μισθὸν ἀναλίσκειν τοῖς σοφισταῖς· εἶτʼ εὐθὺς ἐπιγινώσκουσιν, ὅτι ἀπολωλέκασιν τὸ ἀργύριον· οὐθὲν γὰρ αὐτοῖς ἐπιτελὲς γίνεται τῶν ἐπιτευγμάτων ἀλλὰ πορίζουσι τοὐναντίον, XII Τούτωι δὲ τῶι τρόπωι φήσο φήσο