χωρὶς πίστεως ἀλλάττων ἐπὶ τὴν τέχνην. Εἰ δὲ XVII καὶ περὶ τοὺς ἀληθινοὺς ἀγῶνας τέχνην τὴν σοφιστικὴν ὑπάρχουσαν ὁ λόγος θέλει προσβιβάζειν, καὶ περὶ ψευδῶν τελείως ἀγωνίζεται· μεθοδικόν τε γὰρ οὐθὲν οἱ σοφισταὶ παραδιδόασιν ἐν ταῖς μελέταις πρὸς μάθησιν τῆς ἐν τοῖς ἀληθινοῖς ἀγῶσι δυνάμεως, οὐδʼ ἄλλο τι συμβάλλονται πρὸς τὴν ἕξιν ἐκείνην, ὡς καὶ λόγους περιποιεῖ θαυμαστοὺς ἡ τῶν πολιτικῶν ἐμπειρία, τεχνικὸν δʼ οὐδὲν ἐπιφέρεται. (Es folgen 13 fast leere Ζeilen) —, ἐπειδὴ τὰς μὲν λεγομένας τεχνολογίασ ἀναδιδόναι δοκοῦσιν αὐτοῖς, ταῖς δ’ ἐπιστήμαις XVIII ταὐτὸν δυναμένας τέχνας μηδʼ ἀρχὴν ἔχειν, καὶ δύναμιν καὶ τεχνολογίας ἀναδιδόντες ὀνείρους ἀναδιδόναι χάριν ἀπάτης τῶν ἐντυγχανόντων ὡς οἱ Χαλδαῖοι καὶ μάντεις, ἴσως δὲ καὶ αὐτοὶ πλανώμενοι. Προσάγεταί τʼ, εἴπερ ἄρα, τὸ τέχνην εἶναι τὴν σοφιστικήν, τὸ δὲ καὶ τῆς πολιτικῆς εἶναι τέχνην οὐδʼ αὐτοῖς που δοκεῖ. „Οὐδεὶς ἐμέλλησεν τῶν δυνατῶς καὶ συνετῶς λεγόντων ἐν δήμοις καὶ δικαστηρίοις τεχνικῶς οὐδὲ ἓν λέγειν·“ Καίτοι γʼ ἔκειτο πρὸς τὴν ῥητορικήν, εἰ τεχνικῶς μὲν ἐν δήμοις καὶ δικαστηρίοις δοκοῦσί τινες ἀναστρέφεσθαι, μέτεστι δὲ τοῖς διατριβικοῖς οὐδὲ ἓν τῆς ἐν ἐκείνοις ἀρετῆς. Οὐ μὴν ἀλλὰ κακῶς ἐρεῖ τις ἡμᾶς λέγειν καὶ παρʼ ἀδιαληψίαν τοῦ τὰ ποῖα διὰ τέχνης καὶ τὰ ποῖα χωρὶς τέχνης περιγείνεται· καὶ γὰρ κυνδαλισμῶν XIX λέγομεν ἐνί ους πάντες ἐπίστασθαι καὶ καταχρώμεθα δὲ πολλάκις ἐν τῆι συνηθείαι τῷ τῆς τέχνης ὀνόματι, καθάπερ καὶ ξύλα συνδεῖν ἐνίοτε καὶ βαστάζειν καὶ πονηρεύεσθαι τεχνικῶς λέγομεν, καὶ νῦν ποιεῖν ἡμᾶς οὐκ ἂν ῥαιδίως τις ἀθετῆσαι. Τὰ δʼ αὐτὰ παραπλησίως ἐφαρμόσει, καὶ ἐπειδὰν δυεῖν τούτων τὸν μὲν ἄτεχνον λέγωμεν εἶναι, τὸν δὲ τεχνίτην. „Ὥσπερ ἰδὼν ἄγαλμα καλὸν εἴπαις ἂν χωρὶς λόγου τέχνης ἔργον εἶναι, τὸν αὐτὸν τρόπον ἐρεῖς ἱστορήσας τὰ τῶν πολιτικῶν ἔργα.“ Τοῦτο μὲν ἐπὶ τῶν συνγραμμάτων, ἃ συντετάχασιν οἱ πανηγυρικοὶ ῥήτορες, ἀξιούμενον οὐκ ἀπίθανόν ἐστιν, εἰ καὶ χωρὶς λόγου γνοίη τις, ὅτι τέχνης ἔργα ταῦτʼ ἐστιν· ἐπὶ δὲ τῶν πολιτικῶν ἔργων, ἃ παρατιθέασιν, οὐδʼ ὄντων περί τι τεχνικὸν πῶς νοῦν ἔχον τέχνην ἀποφαίνειν ὡς ἐπʼ ἀγάλματος καλοῦ; οὔκ ουν XX ἐνδέχοιτʼ ἄν μέθοδον ἐνκρῖναι ἢ τέχνην ἀνάσκητον οὐδʼ ἀπείραστον τελέως· ὥστε κἂν τυχὸν εἰπεῖν, ἕως ἄν τις ἐνεχθῆι πίστις ἀναγκάζουσα ταὐτὸν ἐπὶ τούτου τε καὶ τῶν παρατεθέντων προσδέξασθαι, διότι δοκεῖ μόνον ἔχειν ἀξιοπιστίαν τὸ ἐπιχείρημα, πλεῖον δʼ οὐδὲ ἕν. „Εἰ μὴ τέχνη ἦν, τὰ τῶν πίστεων οὐκ ἂν ἐμελέτων, ὃ ποιοῦσιν ἐκεῖ διδαχθέντες.“ Ἀλλʼ οὐ μόνον ὁ μὴ μαθὼν τὴν τέχνην ἀδυνατεῖ τὰ τῆς τέχνης ἔργα συντελεῖν ἀλλὰ καὶ τὰ διʼ ἀσκήσεως καί τινος ἱστορίας καὶ παρατηρήσεως ἀδυνατεῖ ποιεῖν ὁ τούτων ἀμοιρήσας· ὅταν τε παρατηρήσῃ, φήσω, τὰ τοῖς ὄχλοις μάλιστʼ ἀρέσκοντα καὶ τὴν τριβὴν περιποιήσηται καὶ τἆλλα προσενέγκηται τὰ κατὰ μέρος, οὐδὲ ἓν προσδεηθεὶς ἄκρως ἐν τοῖς πολιτικοῖς ἀναστραφήσεται, καὶ τὰ πράγματα τὴν τούτου παρέξεται XXI καὶ συμπαράξεται πίστιν. Ἐκεῖνο δὲ μᾶλλον ἔμβριθές ἐστι τεκμήριον τοῦ μὴ πολιτικὴν τέχνην εἶναι τὴν σοφιστικήν, ὅ τις ἂν εἴπειεν ἀντιστρέψας, Εἰ τέχνη τίς ἐστιν ἐκείνη, ταύτης ὁ μαθὼν τὰς τεχνολογίας εἰς δῆμον ἢ δικαστήριον λεγέτωι παρελθών. Τὰ μὲν οὖν εἰρημένα τισὶν ὑπέρ τε τοῦ τέχνην εἶναι τὴν ῥητορικὴν καὶ ὑπὲρ τοῦ μὴ τέχνην τοῦτον ἡμῖν ἐπεσκέφθω τὸν τρόπον. Τῶν δʼ ἡμετέρων τοὺς λέγοντας τὴν ῥητορικὴν τοῦ μὲν γράφειν λόγους καὶ ἐπιδείξεις ποιεῖσθαι τέχνην εἶναι, τοῦ δὲ δίκας λέγειν καὶ δημηγορεῖν οὐ τέχνην, ταύτηι τις ἂν μέμψαιτο δεόντως, ὅτι τὴν σοφιστικὴν μόνην ἐοίκασιν οἰομένοις καλεῖσθαι ῥητορικήν· τὴν γὰρ ῥητορικήν φασιν τούτων μὲν εἶναι τέχνην· μέρος δʼ ἐπαινέσασιν αὐτῆς, μὴ ὅλην δόξασιν τὴν σοφιστικὴν τέχνην λέγειν ἀπὸ τῶν XXII ἐκκειμένων, ὅτι τοῦ δίκας λέ