μὲν καὶ τὴν σύμπασαν μαντικὴν τέχνην εἶναι τούτων, ὧν χάριν προσίασιν αὐτῆι ἀργύριον διὰ φόβον ἐκτείνοντες. Τί δὲ παραλογισμὸν εἶπεν ‘τῶν προσηκόντων εἶναι καὶ τούτοις καὶ φαρμακοπώλαις καὶ μυρίοις ἑτέροις’; πῶς οὐχ ὑπονοήσομεν παραπλησίως ἔχειν ἐπὶ τῆς ῥητορικῆς; Οὐ μὴν ἀλλὰ καὶ τῶι γενέσθαι τινα συνεργίαν τινὶ παρὰ τῶν διατριβῶν συστοίχων πῶς εἶπε ο|τωσνηδ ε λ|σινε ου τέχνην πολιτικῆς δυνάμεως πρ τας ὥς τινες |. εμο. |τ . μενων διαλεκτικοῖς ο | ωι | . ν βλεπ κλε|γειν καὶ π τα | πεμπομένους | σκα τα . καὶ βασιλ ν | δωρεαι μηφοβ . τσσ (Ο φοληστα|) μειατασ . υπη . καιτοισ |πε . ευσκαι . λη ἐμπείρους πολλοὺς ἰδιώτας εἶναι πάντων τῶν τοι οὕτων. XIII „Οὐκ ὀλίγοι πρότερον ὄντες ἀδύνατοι προσελθόντες καὶ φιλοπονήσαντες ἐγίνοντο δυνατοί.“ Πρῶτον μὲν οὐ πάντες ἀλλʼ ἔνιοι, καὶ χείρους ἀποβαίνουσιν, παρʼ ὅσον γε τοῖς σοφισταῖς προσεληλύθασιν. Εἰ δὲ λέγειν ἀγαθοὶ γίνονταί τινες, ἀλλὰ διʼ ἄλλας αἰτίας, ἃς μὲν ἄλλοις τόποις εὐκαιρότερον ὑποζεύξομεν, ἄλλοις δὲ καί, διὰ τί διατριβαῖς προσεληλύθασιν. Ἐάν τε καὶ συγχωρηθῆι τοῦτο, τὸ τέχνην αὐτὴν ὑπάρχειν οὔπω συνάγεται· δυνατὸν γὰρ ἀσκήσει καὶ τριβῆι πρὸς τοὺς ἐπιμελομένους τῆς ἀσκήσεως εἰσιόντας ἐνίους κρατεῖν τῆς προθέσεως. „Οὐκ ἂν τῶν ἀφηγουμένων τοὺς μὲν πολλοὺς καὶ ἀγαθοὺς ἀπετέλουν ἀλλὰ καχεξεῖς.“ Καίτοι γε ὁρῶμεν παρʼ ἐνίων ἀτέχνων ὄντων πολλῶι πλείονας ἐνίοτε καὶ δυνατωτέρους ἐξιόντας ἢ παρὰ τῶν ἐπιστημονικῶς τοῦτο ἀκριβούντων, ὅ μᾶλλον XIV ἀποφατικόν ἐστιν τοῦ μὴ εἶναι τέχνην τὴν ῥητορικήν. Φαίνεται δὲ ταὐτό, κἂν παρὰ τῶν ἀτέχνων λεγομένων ὀλίγοι μόνον ἐξίωσιν ἀγαθοὶ καὶ δυνατοὶ τέχνην οὐ μαθόντες. Οὐ μὴν ἀλλὰ κἂν ἄσκησις ἦι κἂν μὴ τέχνη, δυνατὸν τοὺς μὲν ἐπιμελέστερον καὶ ἐμπειρότερον, τοὺς δʼ ἧττον ἀλείφεσθαι, καὶ διὰ τοῦτο τοὺς μὲν μᾶλλον, τοὺς δʼ ἧττον ἀποτελεῖν ἀγαθούς. Ἔνιοί τε ἀφέντες τὰ τῆς σοφιστικῆς παιδί, νοῦν δὲ κοινὸν ἔχοντες τῶν τε νομικῶν ἐμπείρους κατασκευάζουσιν, καὶ ἃ παρατετηρήκασιν ἐν δήμοις καὶ δικαστηρίοις, ὡς ἐνδέχεται μάλιστʼ, ἐνποιοῦσι· τοίγαρ εἰ οἱ μαθηταὶ ἀκολουθοῦσι τοιούτοις μηδὲ σοφιστικὰς ἀπραξίας ἀναδιδόντες κατατρίβουσιν καὶ σύνεισιν δʼ ἐνίοτέ τισιν εὐφυέσι πρὸς XV τὸ λέγειν, παραβεβληκέναι πάντως λέγονται σοφισταῖς, καὶ κατʼ ἐκεῖνον ὠφελούμενοι τὸν τρόπον δόξαν παρέχουσιν, ὡς ὑπὸ τῶν σοφιστῶν γεγόνασιν τοιοῦτοι. „Πέμπουσιν οἱ δημηγόροι καὶ δικολόγοι τοὺς υἱοὺς καὶ πρὸς σοφιστὰς ὡς μαθησομένους, ἃ καὶ αὐτοὶ διδαχθέντες ἀπετελέσθησαν δυνατοί.“ Πρῶτον μὲν οὐ πάντες ἀλλʼ ὀλίγοι κραυγάζουσιν ἀπολωλεκέναι τὸν χρόνον, ὃν εἰς σοφιστοῦ πεφοιτήκασιν, καὶ τοὺς οἱοὺς ἐπὶ τὸν οὑτων ἄγουσι διδάσκαλον, τὸν δῆμον, ὅμως δʼ, εἰ ποσόν τι δύνανται συνηρτημένοι διὰ τῶν διδασκαλείων, βούλεσθαι μηδὲ τούτου στερηθῆναι τοὺς υἱούς· οὐχὶ τεχνίτην ἐκεῖθεν ἀναλαβεῖν πολιτικήν· κἂν ἐργαστήριον δή τι τὴν διατριβὴν ἀσκήσεως λόγων νομίζωσιν, ἀφʼ ἧς τις ἂν προβιβάζεσθαι νέος ὢν δύναιτο, αὐτοί γʼ ἀφέντες σοφιστικὴν ζηλοῦσι τοὺς ἐν τῶι ἀγωνίζεσθαι γενομένους καὶ τὴν ἱστορίαν XVI ἀνειληφότας τῶν πολιτικῶν. Ἔνιοι δʼ οὐδʼ ὅλῶς ἵνα πρὸς πολιτικὴν δύναμιν ὠφεληθῶσιν, ἀλλʼ ὅπως ἂν τῶν κοινῶν καὶ καλῶν εἶναι δοκούντων μαθημάτων μεταλάβωσι, πέμπουσι τοὺς υἱοὺς ὡς πρὸς τἆλλα καὶ πρὸς τοὺς ῥητορικούς. Ἐῶ γάρ, ὅτι καὶ πλανᾶσθαι τοὺς ἀποστέλλοντας οὐκ αἰσχυνθησόμεθα λέγειν, δυσβλέπτους ὄντας τῶν ἐπὶ τὴν δύναμιν αὐτοὺς τὴν ἔμπρακτον προβιβασάντων. „Ὥσπερ ἐμ μουσικῆι καὶ γραμματικῆι παραδόσεις τινῶν εἰσιν ἀγνοουμένων, οὕτως καὶ ἐπὶ ῥητορικῆς, καὶ οὐκ ἀμέθοδος ἡ μελέτη γίνεται. Παραδόσεις ἀγνοουμένων δύνανταί τινες εἶναι, κἂν μὴ κατά τινα τέχνην ἐνγίνωνται, κατὰ δʼ ἱστορίαν ἢ παρατήρησιν ἤ τινα τοιοῦτον τρόπον· τίθησί τε τὸ „τὰς μελέτας οὐκ ἀμεθόδους ποιοῦνται“ φατικῶς μόνον,