Ἐνίοτε γὰρ οἰκο οἰκο|δόμος οἰκίαν καταφθείρει καὶ ζῳγράφος I πίνακα καὶ ναῦν περιτρέπει κυβερνήτης καὶ ἰατρὸς ἄνθρωπον ἀποκτείνει μεθοδικῶς· μηδὲ ταύτας οὖν τέχνας ὁμολογῶμεν, ἢ καὶ πάσας τὰς τέχνας ὁ λόγος ἀξιοῖ ματαίως ὠφελίμους εἶναι, καθάπερ καὶ ὁ πρὸ αὐτοῦ. „Αἱ διάφοροι τέχναι τῶν ἀλλήλων τελῶν οὐ τυγχάνουσιν, τοῦ δὲ τῆς ῥητορικῆς τέλους καὶ φιλόσοφος καὶ γραμματικὸς καὶ διαλεκτικός.“ Παράξουσι μέν τι λεγόμενον Πλάτωνι, οὐ τῆς ῥῆτορικῆς μόνον εἶναι τὴν πειθὼ καὶ τὰς πίστεις· κατὰ γὰρ τὸ κοινὸν πολλοὺς πείθειν τῶν οὐ ῥητορικῶν· ἀλλʼ οὐ τέχνην ὄντως κεκτημένους τήν τε πλεοναζομένην ἱστορίαν καὶ τριβήν, ὅταν οἱ λεγόμενοι τεχνῖται προσλάβωσιν τῶν τελῶν τι, παράξουσιν· τό τε διὰ λόγου ῥητορικοῦ πείθειν τέλος ἐστὶ τῆς ῥητορικῆς, ΙΙ οὐ τὸ πείθειν, καὶ διαλεκτικὸς καὶ φιλόσοφος πείθει μέν, οὐ πείθει δὲ ῥητορικῶς ἀλλὰ διαλεκτικῶς καὶ ἀναγκαστικῶς, ὡς καὶ Φρύνη καὶ ὥραι καὶ μουσικῆι πείθει μέν, οὐ ῥητορικῶς δὲ ποιεῖ τὰς κατασκευάς, οὐδέ πως ὁ λόγος δύναταί τι προσάγειν ἀληθές. „Τῶν ἀτέχνων οὐδὲ εἷς ἐν τῶι τῆς τέχνης ἔργωι νικᾶι τὸν τεχνίτην, ἐν δὲ τῶι τῆς ῥητορικῆς οὐδὲ τοῦτο καθολικόν“ Ἐπὶ γὰρ ἐνίων, ἔφη, τῶν στοχαστικῶν ἔστιν ὅτε νικᾶι τὸν τεχνίτην ὁ ἄτεχνος, ὥσπερ κἂν εἴπαις ‘νικήσει τὸν ῥητορικὸν τεχνίτην ὁ ἱκανός τινος τῶν κατὰ μέρος καθεστώςʼ, εἰ δʼ ἡ τέχνη τῶν παγίων, τοῦτʼ ἀδύνατον· διαμφισβητεῖται δέ, πρὸς τίνα προκείμενον· εἰ γὰρ τὸν ἄτεχνον ὁ λόγος λαμβάνει τὸν οὐ διατριβικόν, τὸν δὲ τεχνίτην τὸν ἀπὸ τῶν διδασκαλείων, οὔτε τὴν σοφιστικὴν μὴ εἶναι τέχνην οὔτε τὴν πολιτικὴν ἀποδείκνυσιν ΙΙΙ „Κατὰ τὰς ἄλλας τέχνας τὰ θεωρήματά ἐστιν ἀληθῆ, ψευδῆ δὲ κατὰ τὴν ῥητορικήν.“ Διὰ τοῦτο οὐδὲ τὴν φιλοσοφίαν τέχνην ῥητέον οὐδὲ τὴν ἰατρικὴν οὐδὲ τὴν μουσικήν· ὡς δʼ, εἴ τινα ψευδῆ τῶν ὑπό τινων καταβεβλημένων νε ἐστιν, εἰπεῖν εἰκὸς τὸ ,τινὲς ἡμαρτήκασι τῶν τῆς τέχνης“ μηδὲ τὸ „ἀμοιροῦντες ἐοίκασιν τῶν ἀληθινῶν τῆς τέχνης θεωρημάτων“, οὕτω καὶ ψεύδεται τὸ τὴν ῥητορικὴν προσφερομένην ψευδῆ παραγγέλματα μηδʼ εἶναι τέχνην. — Πρὸς δὲ τὸν τέλειον καὶ ἀτέλειον ἐν γεωμετρίαι καὶ ταῖς ἄλλαις ἐπιστήμαις υτεβιειιειν καιτ εγει γο ιση . δε τὰ συνέχοντα IV πρότερον εἰρήκαμεν, εἰρήκαμεν δὲ καὶ πρὸς τὸν παρακείμενο. „Ὁ τεχνίτης οὐκ ἀρνεῖται τεχνίτης ὑπάρχειν, ὁ δὲ ῥήτωρ.“ Εἰ διαφορά τις καὶ τοιαύτη τεχνῶν ἐστιν, ὥστε τοὺς μὲν ἐν κοινῶι γε μηδέποτε ἐπανγέλλεσθαι, τοὺς δʼ ἔχειν ὁμολογεῖν τῆς τέχνης τὸ μεθοδικόν, οὐ δεόντως ἕνεκα τούτου τέχνην τὴν ῥητορικὴν οὐκ ἐροῦμεν· καὶ τινὲς δὲ τεχνῖται διὰ παντὸς ἀπαρνοῦνται τὴν τέχνην ἔχειν. ,,Καίτοι γʼ οὐκ ἀρνουμένων ἀτιμοτάτων εἰκὸς ἦν σοφιστὰς οὐκ ἐπαρνηθῆναι.“ Καὶ φιλόσοφός γʼ ἐπαρνεῖται πρός τινας καὶ γεωμέτρης καὶ ποητὴς καὶ ἰατρὸς τὴν τέχνην ἔχειν· οὐ γὰρ διὰ παντὸς οὐδὲ πρὸς πάντας ἀλλʼ ἐνίοτε καὶ πρὸς ἐνίους ἐπαρνοῦνται τὴν τέχνην τὸν φόβον ἡγούμενοι περιαιρεῖσθαι τῶν ἐξ ἀνάγκης ἀπατηθήσεσθαι προσδοκώντωον. „Ἀρνοῦνταί τε τέχνην ἔχειν τήν γε σοφιστι κὴν V λεγομένην ῥητορικὴν καὶ λέγουσιν εἶδος οὐδʼ εἶναι τῆς ῥητορικῆς ἴδιον· τὴν δʼ ἐμπειρίαν τὴν ἐν τοῖς πράγμασιν μεθοδικὴν καὶ τὴν τούτων φράσιν αὐτοὶ οὐ παρηιτήσαντο πώποτε, διατελοῦσιν τʼ ἐπʼ αὐτῆι κομπάζοντες ὡς Δημοσθένης.“ Μὴ γὰρ ἀλλὰ κακῶς ἵσταιντʼ ἂν ἔνιοι καταισχυνόμενοι περὶ τῆς τέχνης, οὐ δέον· ἡ μέντοι γε σοφιστικὴ χάριν τούτου τὸ μεθοδικὸν οὐ προσφερομένη πῶς δύναιτʼ ἂν παρίστασθαι; „Διόπερ εὔδηλον, ὅτι τινὲς ὀνειδίζουσιν τὴν τέχνην μὴ καὶ ἰδιότητα πρὸς τὰς ἄλλας ἐπιστήμας ἔχειν.“ Καὶ ἐπʼ ἄλλων δὲ τεχνῶν ἢ βλαβερῶν οὐσῶν ἢ δοκουσῶν ὀνειδίζουσίν τινες τοῖς διδάσκουσιν οὐχ ἥν γε ῥητῶς ἔχειν ἐπαγγέλλονται, ἀλλʼ ἣν οὐδὲ θέλουσιν περιποιεῖσθαι. — „Πᾶς τεχνίτης ἐπαγγέλλεται τὸ τέλος ποιήσειν, ὁ δὲ ῥήτωρ οὐκ ἐπαγγέλλεται πείσειν.“ VI Οὐ πᾶς τεχνίτης, ἐὰν ἔχῃ φρέ