ἢ πρὸς τὰς κατὰ μέρος λόγων διακοπάς, ἐπιμνησθησόμεθα. fr. IV Τῶν γὰρ ἐπιστημῶν αἱ μὲν τὸ πᾶν ἢ τὸ πλεῖστον ἔχουσιν ἐκ φύσεως ὀφεῖλον προϋποκεῖσθαι καὶ ἐπιγείνεσθαι διὰ συνασκήσεως ὀλίγον, αἱ δὲ διʼ ἑαυτῶν τελεσιουργοῦσιν, αἱ δὲ καί τινος προσδέονται φυσικοῦ δώρου παρὰ τῆς ἀσκήσεως οὐ περιγινομένου. ἄσκησιν, αἱ δʼ οὐδʼ ὅλως ἔχουσιν χρείαν ΙΙ συνασκήσεως, ἀλλὰ φύσεως ὁμοειδοῦς ἀξιολόγως ἐπιθλιβομένης τὸ πλεῖστον διʼ ἑαυτῶν συντελοῦσιν. Αἱ δʼ οὐ φύσεως ἀλλὰ τριβῆς μόνον δεηθεῖσαι μεθοδικῶς τἆλλα δημιουργοῦσιν. Ἔτι τινῶν μὲν τεχνῶν ἔργα πείπτει τῶν γε κατὰ μέρος καὶ ἀξιόλογά γε οὐ μόνον εἰς τοὺς τεχνείτας ἀλλὰ καὶ εἰς τοὺς ἀνεπιστήμονας, τινῶν δʼ οὐδὲ ἓν ἔργον εἰς τοὺς ἀτέχνους πείπτει. ΙΙΙ ἑστηκότα θεωρήματα προσφερομένην ὡς τὴν γραμματικήν, οἱ δὲ τὴν σοφίαν μόνην, οἱ δὲ τὴν λόγον ἔχουσαν, ‘ὧι προσφέρει, ἃ προσφέρειʼ, καθάπερ Πλάτων, των, οἱ δὲ τὴν ἐπὶ συμφέροντι τοῦ βίου παρεισηγμένην, κἂν τὴν ῥητορικὴν οὐκ οὗσαν τοιαύτην ἐκ τῶν τεχνῶν ἐξορίζωσιν, εἶτʼ ἀποκλίνειν πρὸς τὴν αὐτὴν ἐπιχειροῦντες. I καὶ τὴν ῥητορικὴν ἐναρμόσαντες εἰς αὐτὴν ἀποφαίνουσι τέχνην, ἵνʼ οὕτως ὁ καλούμενος γένηται τῶν τεχνῶν σύνδεσμος. Ἀμέλει δέ τινι παρακειμένωι καὶ τοιούτωι συνέχονται χαρακτῆρι κακίας· διαφορῶν γὰρ οὐσῶν ἀπλάτων ὅσων ἐν ταῖς τέχναις, ὅταν ἰδιότητι προσπέσωσιν, ἐκ τῶν τεχνῶν εὐθὺς ἐξορίζουσιν τὴν τοῦτο προσφερομένην. Τὰς μὲν οὖν ἄλλας ἐάσομεν παραλλαγὰς ἐπὶ τοῦ παρόντος· οὐδὲν γὰρ ἐνχρήζουσιν· ἐνίων δὲ συνεργίαν τινὰ παρεξομένων ΙΙ, 21 τὸ θεωρητικὸν μόνον, ὁ δὲ τὸ ῥητορικόν, ὁ δʼ ἑκάτερον, ἐν ὄχλωι τῆς διαθέσεως τοῦ λόγου γεινομένης· μένης· ὅ καὶ ἐπὶ τῶν ἄλλων εἴπερ ἦν ἐπιστημῶν, ἴσως οὐκ ἂν ὁ θεωρητικὸς εὐθέως ὑπῆρχε διαλεκτικός. Ἴσως δὲ καὶ μετὰ τούτων ἕτεραί τινες ἐν ταῖς ἐπιστήμαις εὑρεθήσονται παραλλαγαὶ κατὰ τὴν δύναμιν | ἤτοι τὴν παρασκευὴν τῶν αὐτῶν ἔργων, ἀλλʼ οὐ τὸ lI μὴ εἶναι τέχνην αὐτὴν παριστάνειν δόξουσιν ἀλλὰ τὸ μὴ μόνην τοῦ τέλους δημιουργόν. Οὐ γὰρ ἴσως ἀγένητον οὐδʼ οὐχ ὁρώμενον ἐν τοῖς φαινομένοις, ὅ γείνεται διὰ τέχνης τινός, διὰ ταύτης τε συντελεῖσθαι καὶ διʼ ἄλλης τινὸς ἀκολουθεῖν τέχνης, καὶ ταύτηι τάχα καὶ τὸ χρήσιμον ἀπὸ τοῦ ἀναγκαίου διορίζεσθαι πέφυκεν. Ἐπιδέχονται δὲ καὶ παραβολὰς οἱ πλείους τῶν λόγων, εἰ μὴ καὶ πάντες. Ἄθλιος δʼ εἰ καί τις ἄλλος χαρακτὴρ λόγων, ὅταν διʼ ὧν τις ἀναιρεῖν οἴεταί τινα, διὰ τῶν αὐτῶν πορευομένοις ἐξῇ καὶ τἀληθὲς ἢ τὸ φαινόμενον ἀληθὲς τῶι συντιθέντι τὴν ἀπόδειξιν ἀθετῆσαι. Χάριν δὲ τῶν ἀποδείξεων τούτων οὐδὲ εἷς ἀποκωλύσει λέγειν τοὺς τῆς ἐναντίας στάσεως προισταμένους εἶναί τινα τέλειον τεχνείτην,