ὃς τό τε σύνολον τῆς τέχνης ἔχει καὶ ἃ ἐκπε πόνηται ΙΙΙ μέρεσιν, εἶναι δʼ ἄλλους τινάς, οἵ μέρη τινὰ τῶν τῆς ἐπιστήμης ἀνειλήφασιν· οὓς εἴ τις εὐθύνων οἴεται τὸν τέλειον εὐθύνειν, λήθαργός ἐστιν, ὧι δὴ παραδείξει περιπετεῖς καὶ τοὺς τὰ νῦν ἐξεταζομένους. Παρακείμενον δὲ καὶ τοιοῦτον ἐξουσιάσει παραπλάττεσθαι χαρακτῆρα μοχθηρότατον, ὅταν ἀπὸ τῶν ἐπὶ μέρους ἀνδρῶν κατηγορίαν τῶν ἐπιστημῶν ποιῆταί τις, ὅ καὶ παρὰ τοῖς ὀνωδεστάτοις ἄδικον ἤδη διείληπται, γείνεται δὲ παρὰ τούτοις. Ἀλλὰ μὴν πρόχειρον ἔσται λέγειν καί, διότι πείθουσιν μὲν πολλοὶ κατὰ τὸ κοινὸν καὶ τῶν οὐ ῥητόρων, οὐ μὴν τέλος τοῦτο τῆς ῥητορικῆς ὑπάρχειν, ἀλλὰ τὸ λόγωι πείθειν, ὥστε καὶ πολλὴν ἀπειρολογίαν καταγνώσεται τῶν τὰ κάλλη καὶ IV τὰς ἄλλας φλυαρίας παραφερόντων. Ἐγὼ μὲν γὰρ οἶμαι, διότι, κἂν λόγωι ποτὲ πείθειν συνχωρηθῇ τινας ἰδιώτας, ἀλλʼ οὐχ, ὅτι γε βέλτειον τῶν τεχνειτῶν, ἔσται δεδειχώς, οὐδὲ κατὰ τὸ ἴδιον τοῦ λέγειν οὐδὲ πυκνὸν οὕτως ὡς ἐκεῖνοι. Πολλὰς δέ τινας εὑρήσεις τῶν ἀποδείξεων τὸ πραγματικὸν ἐκβεβηκυίας τῆς συνθέσεως χωρὶς τῶν προεπισεσημασμένων ἀδιαληψιῶν, πεπλεγμένας δὲ παρὰ τὴν ἐν ταῖς φωναῖς κοινότητα, πτῶμα φιλοσόφων ὅπερ ἐστὶν ἀπαλαιστρότατον· πολλὰς δὲ καὶ τῆι δυνάμει μὲν οὐ διαφερούσας, ἀλλʼ ὅταν περιβάλωνται χειρισμοὺς παραλλάττοντας ἢ μόνον ὑποδειγμάτων ἑτερότητας, τὸ πλούσιον τῶν χρωμένων ἐπιφαινούσας. Πολὺ δʼ ἐν τοῖς λόγοις ἄγαν ἐστὶ καὶ τὸ φατικὸν καὶ τὸ παντελῶς ἀκατάσκευον, ὃ τάχα τινὲς πεκστάντες οὐκ ἔσονται διημαρτημένοι. Διήκει δέ τις ἁμαρτία σχεδὸν διὰ τῶν πλείστων ὑπομνήσεων V καὶ τοιαύτη· τὸ γὰρ μηδὲ τὴν τέχνην ὑπάρχειν ἐν τοισίδε τισὶν χρόνοις ἢ τόποις λαμβάνουσιν ἀσυκοφαντγτως, ὅταν δόξωσιν ὁπωσδήποτε παρεστακέναι τὸ μὴ διὰ γραπτῶν καταβεβλῆσθαί τινας τεχνολογίας, ὥσπερ οὐκ εὐπρόσδεκτον, ἐκπεπονῆσθαί τινας τέχνας, παρʼ οις ἀνθρώποις ἢ καθʼ οὓς καιροὺς οὐδʼ ὅλῶς γραμμαικὴν ὑπάρχειν ἢ γεγενῆσθαι συμβέβηκεν. Νομίζω δʼ ἔγωγε καὶ πάντας, εἰ δὲ μή γε, τοὺς πλείστους λόχους καὶ συνχωρουμένων τῶν λημμάτων οὐ συνάξειν, ὃ θέλουσιν οἱ κατασκευάζοντες, καὶ μάλιστα, ἐὰν ἐρωτῶνται περὶ τοῦ τὴν σοφιστικὴν ῥητορικὴν οὐκ εἶναι τέχνην, ἀλλʼ εἴπερ ἄρα τὸ μὴ περιγείνεσθαι διʼ αὐτῆς τὴν πολειτικὴν καὶ τὴν ἔμπρακτον ῥητορικήν, οὐκ, εἰ δὴ μουσικὴ τὸ γράφειν καὶ ἀναγινώσκειν οὐ περιποιεῖ, διὰ τὴν αἰτίαν ταύτην οὐδὲ ἄλλων τινῶν ἐστιν ἐπιστήμη πραγμάτων. Καὶ περὶ πολιτικῆς δὲ ἐρωτώμενοι VI μενοι πολλοὶ τὸ μὴ διὰ τῆς σοφιστικῆς αὐτὴν περιγείνεσθαι προσάγουσιν, ἂν εὖ βάλωσιν. Ἄξιόν τε ἐπιστῆσαι, μήποτε οὐκ ἀπιθάνως λέγῃ τις· ὥσπερ τὴν διαλεκτικὴν τέχνην ὑπάρχειν, οὐ μὴν ἀπεργάζεσθαί τι καθʼ ἑαυτήν, εἰ μὴ τοῖς ἠθικοῖς καὶ φυσικοῖς συνδεθείη λόγοις, ὃν τρόπον καὶ τῶν Στωικῶν ἔνιοι διέλαβον, οὕτω καὶ τὴν ῥητορικὴν τέχνην μὲν εἶναι, δραστήριον δʼ οὐδαμῶς τῶν ἔργων, εἰ μὴ τοῖς πολιτικοῖς πράγμασιν συμπλακείη. Τοίγαρ ἐπακτικοὺς εἶναι τοὺς πλείονας τῶν λόγων, οὐκ ἴσως λέληθεν οὐδὲ τοὺς μετρίως συνέντας. Τάχα δʼ ἴσως καὶ πλείους ἄλλοι κακιῶν χαρακτρες διήκουσι διὰ τῶν συλλογισμῶν, ἀλλʼ οὔτε πρὸς ὄνηα τὴν προσκαρτέρησιν ποιεῖσθαι VII δοκι μάζομεν, ὧν συθεώρητον ἔχουσιν τὴν διάπτσομ. ἐπί τε τῆς διακοπῆ τῶν κατὰ μέρος λόγων ἔνι τῶν νῦν παραλελειμμένω ἐπισημασίας ἀξιωθήσεται. Τοῖς δʼ ἡμετέροις μεμπιν ἂν εἴη, καὶ περιττότερ τοῖς γέ τοι τοιούτοις, ὅοι καὶ τὴν σοφιστικὴν ῥῆορικὴν οὐκ εἶναι τέχνην διλήφασι καὶ τούτου συστικοὺς λόγους πεποιήκασιν Εἰ γὰρ Ἐπίκουρος καὶ Μητρόδωρος ἔτι δʼ Ἕρμαρος ἀποφαίνονται τέχνην πάρχειν τὴν τοιαύτην, ὡς ἐνιοῖς ἑξῆς ὑπομνήσομεν, τούτοις ἀντιγράφοντες οὐ πνυ τι μακρὰν τῆς τῶν ποτραλοιῶν καταδίκης ἀφεστήκαιν.