<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg1562.tlg002.1st1K-grc1" xml:lang="grc"><div type="textpart" subtype="fragment" xml:base="urn:cts:greekLit:tlg1562.tlg002.1st1K-grc1" n="6"><p rend="indent"><bibl xml:lang="mul">[43—51 K., 51— 59 St.) Simpl. phys. 117, 2 (nach B 4)</bibl> ὅτι δὲ ἡ ἀντῖφασις οὐ συναληθεύει, δι’ ἐκείνων λέγει τῶν ἐπῶν δι’ ὦν μέμφεται τοῖς εἰς ταὐτὸ συνάγουσι τὰ ἀντικείμενα· εἰπηλν γὰρ <q rend="single">ἔστι γὰρ εἶναι. . . διζήσιος 〈εἴργω</q> ἐπάγει〉· <q rend="single">αὐτὰρ . . . κέλευθος</q>. <bibl>78, 2</bibl> μεμψάμενος γὰρ τοῖς τὸ ὄν καὶ τὸ μὴ ὂν συμφέρουσιν ἐν τῶι νοητῶι <q rend="simple">οἶς . . . ταὑτόν</q> <bibl xml:lang="lat">(B 6, 8. )</bibl>, καὶ ἀποστρέψας τῆς ὁδοῦ τῆς τὸ μὴ ὄν ζητούσης <q rend="single">ἀλλὰ . . . νόημα</q> <bibl xml:lang="lat">(B 7, 2)</bibl>, ἐπάγει <q rend="simple">μοῦνος κτλ.</q> <bibl xml:lang="lat">(B 8, 1 ff.).</bibl>
<pb facs="uc1-b4708580-1619092434_0205"/>
<quote rend="blockquote, indent">χρὴ τὸ λέγειν τε νοεῖν τ’ ἐὸν ἔμμεναι· ἔστι γὰρ εἶναι, 
<lb/>μηδὲν δ’ οὐκ ἔστιν· τά σ’ ἔγὼ φράζεσθαι ἄνωγα.
<lb/>πρώτης γάρ σ’ ἀφ’ ὁδοῦ ταύτης διζήσιος 〈εἴργω〉,
<lb/>αὐτὰρ ἔπειτ’ ἀπὸ τῆς, ἣν δὴ βροτοὶ εἰδότες οὐδὲν
<lb n="5"/>πλάττονται, δίκρανοι· ἀμηχανίη γὰρ ἐν αὐτῶν
<lb/>στήθεσιν ἰθύνει πλακτὸν νόον· οἱ δὲ φοροῦνται
<lb/>κωφοὶ ὁμῶς τυφλοί τε, τεθηπότες, ἄκριτα φῦλα,
<lb/>οἷς τὸ πέλειν τε καὶ οὐκ εἶναι ταὐτὸν νενόμισται
<lb/>κοὐ ταὐτόν, πάντων δὲ παλίντροπός ἐστι κέλευθος.</quote>
</p></div><div type="textpart" subtype="fragment" xml:base="urn:cts:greekLit:tlg1562.tlg002.1st1K-grc1" n="7"><p rend="indent"><bibl xml:lang="mul">[52 K., 60. 61 St.] Plato Soph. 237 A</bibl> Π. δὲ ὁ μέγας, ὦ παῖ, παισὶν ἡμῖν οὖσιν ἀρχόμενός τε καὶ διὰ τέλους τοῦτο ἀπεμαρτύρατο, πεζῆι τε ὦδε ἑκάστοτε λέγων καὶ μετὰ μέτρων· οὐ γὰρ μήποτε τοῦτ’ οὐδαμῆι <foreign xml:lang="deu">(so die Hss.)</foreign>, φησὶν εἶναι μὴ ἐόντα· ἀλλὰ . . . νόημα. <bibl xml:lang="lat">Aristot. Metaph. N 2. 1089a 2</bibl> ἔδοξε τγὰρ αὐτοὶς πάντ’ ἔσεσθαι ἕν τὰ ὄντα αὐτὸ τὸ ὄν, εἰ μή τις λύσει καὶ ὁμόσε βαδιεῖται τῶι Παρμενίδου λόγωι <q rend="simple">οὐ γὰρ . . . ἐόντα</q>, ἀλλ’ ἀγάγκη εἶναι τὸ μὴ ὂν δεῖξαι ὅτι ἔστιν. <foreign xml:lang="deu">Ist vielleicht an B 6 anzuschließen.</foreign>
<quote rend="blockquote">οὐ γὰρ μήποτε τοῦτο δαμῆι εἶναι μὴ ἐόντα·
<lb/>ἀλλὰ σὺ τῆσδ’ ἀφ’ ὁδοῦ διζήσιος εἶργε νόημα.</quote></p></div><pb facs="uc1-b4708580-1619092434_0206"/><div type="textpart" subtype="fragment" xml:base="urn:cts:greekLit:tlg1562.tlg002.1st1K-grc1" n="8"><p rend="indent"><bibl xml:lang="mul">59— 120 K., 62— 124 St.] 1— 52 Simpl. phys. 144, 29 [nach 18 A. 21]</bibl> ἔχει δὲ οὑτωσὶ τὰ μετὰ τὴν τοῦ μὴ ὄντος ἀναίρεσιν· <bibl>(145)</bibl> <q rend="single">μοῦνος . . . ἀκούων</q> <bibl xml:lang="mul">1— 14 Ders. 78 5 (nach B 7, 2)</bibl> ἐπάγει <q rend="simple">μοῦνος . . . πολλὰ μάλα</q> καὶ παραδίδωσι λοιπὸν τὰ τοῦ κυρίως ὄντος σημεῖα· <q rend="simple">ὡς ἀγένητον . . . πέδηισιν</q>. ταῦτα δὴ περὶ τοῦ κυρίως ὄντος λέγων ἐναργῶς ἀποδείκνυσιν, ὅτι ἀγένητον τοῦτο τὸ ὄν· οὔτε γὰρ ἐξ ὄντος· οὐ γὰρ προϋπῆρχεν ἄλλο ὄν· οὔτε ἐκ τοῦ μὴ ὄντος· οὐδὲ γὰρ ἔστι τὸ μὴ ὄν. καὶ διὰ τί δὴ τότε, ἀλλὰ μὴ καὶ πρότερον ἢ ὕστερσν ἐγένετο; ἀλλ’ οὐδὲ ἐκ τοῦ πῆι μὲν ὄντος πῆι δὲ μὴ ὄντος, ὡς τὸ γενητὸν γίνεται <foreign xml:lang="deu">(neu–platonische Vorstellung)</foreign>· οὐ γὰρ ἂν τοῦ ἁπλῶς ὄντος προϋπάρχοι τὸ πῆι μὲν ὂν  πῆι δὲ μὴ ὄν, ἀλλὰ μετ’ αὐτὸ ὑφέστηκε. <bibl xml:lang="lat">3—4 Clem. Strom. V 113 (II 402, 8 St.)</bibl> Π. δὲ . . . ὧδὲ πως περὶ τοῦ θεοῦ γράφει· <q rend="single">πολλὰ . . . ἀτρεμὲς ἠδ’ ἀγένητον</q>. <bibl xml:lang="lat">38 Plato Theaet. 180 D</bibl> ἄλλοι αὖ τἀναντία τούτοις ἀπφήναντο <q rend="simple">οῖον . . . ὄνομ’ εἰναι</q> καὶ ἄλλα ὅσα Μέλισσοί τε καὶ Παρμενίδαι ἐναντιούμενοι πᾶσι τούτοις διισχυρίζονται. <foreign xml:lang="mul">39 vgl. Melissos 20 B 8</foreign> εἰ γὰρ ἔστι γῆ καὶ ὕδωρ . . . καὶ τὰ ἄλλα ὅσα φασὶν οἱ ἄνθρωποι εἶναι ἀληθῆ. <bibl>42 of. Simpl. phys. 147, 13</bibl> εἴπερ ἕν ἐστι <q rend="simple">ὁμοῦ τὸ πᾶν</q> (5) καὶ <q rend="simple">εῖρας πύματον</q>. <bibl xml:lang="lat">43— 45 Plat. Soph. 244 E</bibl> εἰ τοἰνυν ὅλον ἐστὶν ὥσπερ καὶ Π. λέγει <q rend="simple">πάντοθεν . . . τῆι ἢ τῆι</q>, τοιοῦτόν γε ὄν τὸ ὂν μέσον τε καὶ ἔσχατα ἔχει. <bibl xml:lang="mul">Eudem. bei Simpl. phys. 143, 4</bibl> ὥστε οὐδὲ τῶι οὐρανῶι ἐφαρμόττει τὰ παρ’ αὐτοῦ λεγόμενα ὥς τινας ὑπολαβεῖν ὁ Εὔδημός φησιν <bibl xml:lang="lat">[fr. 13 Sp.]</bibl> ἀκούσαντας τοῦ <q rend="simple">πάντοθεν . . . ὄγκωι</q>· οὐ γὰρ ἀδιαίρετος ὁ οὐρανός, ἀλλ’ οὐδὲ ὅμοιος σφαίραι, ἀλλὰ σφᾳῖρά ἐστιν ἡ τῶν φυσικῶν ἀκριβεστάτη. <bibl xml:lang="mul">44 Arist. phys. Γ 6. 207a 15</bibl> βέλτιον οἰητέον Παρμενίδην Μελίσσου εἰρηκέναι· ὁ μὲν γὰρ τὸ ἄπειρον ὅλον φησίν, ὁ δὲ τὸ ὅλον πεπεράνθαι <q rend="simple">μεσσόθεν ἰσοπαλές’</q>. <bibl xml:lang="lat">50 1 Simpl. phys. 38, 28</bibl> συμπληρώσας γὰρ τὸν περὶ τοῦ νοητοῦ λόγον ὁ Π. ἐπάγει ταυτί. . . .  <q rend="simple">ἐν τῶι. . . παρελάσσηι</q>. <bibl xml:lang="lat">50 —59 Simpl. phys. 30, 13</bibl> μετελθὼν δὲ ἀπὸ τῶν νοητῶν ἐπὶ τὰ αἰσθητὰ ὁ Π. ἤτοι ἁπὸ ἀληθείας, ὡς αὐτός φησιν, ἐπὶ δόξαν ἐν οἰς λέγει <q rend="simple">ἐν τῶι . . . ἀκούων</q>, τῶν γενητῶν ἀρχὰς καὶ αὐτὸς στοιχειώδεις μὲν τὴν πρώτην ἀντίθεσιν ἔθετο, ἣν φῶς καλεῖ καὶ σκότος, 〈ἢ〉 πῦρ καὶ γῆν ἢ πυκνὸν καὶ ἀραιὸν ἢ ταὐτὸν καὶ ἕτερον, λέγων ἐφεξῆς τοῖς πρότερον παρακειμένοις ἔπεσιν  <q rend="simple">μορφὰς . . . ἐμβριθές τε</q>. <bibl xml:lang="lat">52 Simpl. phys. 147, 28</bibl> ἀπατηλὸν καλεῖ τῶν ἐπῶν τὸν κόσμον τὸν περὶ τὰς βροτείους δόξας. <bibl xml:lang="lat">53— 59 Simpl. phys. 179, 31</bibl> καὶ γὰρ οὗτος ἐν τοῖς πρὸς δόξαν <q rend="simple">θερμὸν καὶ ψυχρὸν ἀρχὰς ποιεῖ· ταῦτα δὲ προσαγορεύει πῦρ καὶ γῆν</q> <bibl xml:lang="lat">[Arist. p. 188a 20]</bibl> καὶ φῶς καὶ νύκτα ἤτοι σκότος· λέγει γὰρ μετὰ τὰ περὶ ἀληθείας <bibl xml:lang="lat">(p. 180)</bibl> <q rend="simple">μορφὰς . . . ἐμβριθές τε</q>. —  <foreign xml:lang="deu">Nach Simpl. (Z. 3) anzuschließen an B 7.</foreign>
<lb rend="indent"/>μοῦνος δ’ ἔτι μῦθος ὁδοῖο
<lb/>λείπεται ὡς ἔστιν· ταύτηι δ’ ἐπὶ σήματ’ ἔασι
<lb/>πολλὰ μάλ’, ὡς ἀγένητον ἐὸν καὶ ἀνώλεθρόν ἐστιν
<pb facs="uc1-b4708580-1619092434_0207"/>
<lb/>οὖλον μουνογενές τε καὶ ἀτρεμὲς ἠδ’ ἀτέλεστον·
<lb n="5"/>οὐδὲ ποτ’ ἦν οὐδ’ ἔσται, ἐπεὶ νῦν ἔστιν ὁμοῦ πᾶν,
<lb/>ἕν, συνεχές· τίνα γὰρ γένναν διζήσεαι αὐτοῦ;
<lb/>πῆι πόθεν αὐξηθέν· * * * οὔτ’ ἐκ μὴ ἐόντος ἐάσω
<lb/>φάσθαι σ’ οὐδὲ νοεῖν· οὐ γὰρ φατὸν οὐδὲ νοητόν
<lb/>ἔστιν ὅπως οὐκ ἔστι. τί δ’ ἄν μιν καὶ χρέος ὦρσεν
<lb n="10"/>ὕστερον ἢ πρόσθεν, τοῦ μηδενὸς ἀρξάμενον, φῦν,·
<lb/>οὕτως ἢ πάμπαν πελέναι χρεών ἐστιν ἢ οὐχί.
<lb rend="indent"/>οὐδὲ ποτ’ ἐκ μὴ ἐόντος ἐφήσει πίστιος ἰσχύς
<lb/>γίγνεσθαί τι παρ’ αὐτό· τοῦ εἵνεκεν οὔτε γενέσθαι
<lb/>οὔτ’ ὄλλυσθαι ἀνῆκε δίκη χαλάσασα πέδηισιν,
<pb facs="uc1-b4708580-1619092434_0208"/>
<lb n="15"/>ἀλλ’ ἔχει· ἡ δὲ κρίσις περὶ τούτων ἐν τῶιδ’ ἔστιν·
<lb/>ἔστιν ἢ οὐκ ἔστιν· κέκριται δ’ οὖν, ὥσπερ ἀνάγκη,
<lb/>τὴν μὲν ἐᾶν ἀνόητον ἀνώνυμον (οὐ γὰρ ἀληθής
<lb/>ἔστιν ὁδός), τὴν δ’ ὥστε πέλειν καὶ ἐτήτυμον εἶναι.
<lb/>πῶς δ’ ἂν ἔπειτα πέλοι τὸ ἐόν; πῶς δ’ ἄν κε γένοιτο;
<lb n="20"/>εἰ γὰρ ἔγεντ’, οὐκ ἔστι), οὐδ’ εἴ ποτε μέλλει ἔσεσθαι.
<lb/>τὼς γένεσις μὲν ἀπέσβεσται καὶ ἄπυστος ὄλεθρος.
    <lb rend="indent"/>οὐδὲ διαιρετόν ἐστιν, ἐπεὶ πᾶν ἐστιν ὁμοῖον·
<lb/>οὐδέ τι τῆι μᾶλλον, τό κεν εἴργοι μιν συνέχεσθαι,
<lb/>οὐδέ τι χειρότερον, πᾶν δ’ ἔμπλεόν ἐστιν ἐόντος.
<lb n="25"/>τῶι ξυνεχὲς πᾶν ἐστιν· ἐὸν γὰρ ἐόντι πελάζει.
    <lb rend="indent"/>αὐτὰρ ἀκίνητον μεγάλων ἐν πείρασι δεσμῶν
<lb/>ἔστιν ἄναρχον ἄπαυστον, ἐπεὶ γένεσις καὶ ὄλεθρος
<lb/>τῆλε μάλ’ ἐπλάχθησαν, ἀπῶσε δὲ πίστις ἀληθής.
<pb facs="uc1-b4708580-1619092434_0209"/>
<lb/>ταὐτόν τ’ ἐν ταὐτῶι τε μένον καθ’ ἑαυτό τε κεῖται
<lb n="30"/>χοὔτως ἔμπεδον αὖθι μένει· κρατερὴ γὰρ Ἀνάγκη
<lb/>πείρατος ἐν δεσμοῖσιν ἔχει, τό μιν ἀμφὶς ἐέργει.
<lb/>οὕνεκεν οὐκ ἀτελεύτητον τὸ ἐὸν θέμις εἶναι·
<lb/>ἔσπι γὰρ οὐκ ἐπιδευές· [μὴ]* ἐὸν δ’ ἂν παντὸς ἐδεῖτο.
<lb rend="indent"/>ταὐτὸν δ’ ἔστὶ νοεῖν τε καὶ οὕνεκέν ἐστι νόημα.
<lb n="35"/>οὐ γὰρ ἄνευ τοῦ ἐόντος, ἐν ὧι πεφατισμένον ἐστίν,
<lb/>εὑρήσεις τὸ νοεῖν· οὐδὲν γὰρ 〈ἢ〉 ἔστιν ἢ ἔσται
<lb/>ἄλλο πάρέξ τοῦ ἐόντος, ἐπεὶ τό γε Μοῖρ’ ἐπέδησεν
<lb/>οὖλον ἀκίνητόν τ’ ἔμεναι· τῶι πάντ’ ὄνομῖα) ἔσται,
<lb/>ὅσσα βροτοὶ κατέθεντο πεποιθότες εἶναι ἀληθῆ,
<lb n="40"/>γίγνεσθαί τε καὶ ὄλλυσθαι, εἶναί τε καὶ οὐχί
<lb/>καὶ τόπον ἀλλάσσειν διά τε χρόα φανὸν ἀμείβειν.
<lb rend="indent"/>αὐτὰρ ἐπεὶ πεῖρας πύματον, τετελεσμένον ἐστί
<pb facs="uc1-b4708580-1619092434_0210"/>
<lb/>πάντοθεν, εὐκύκλου σφαίρης ἐναλίγκιον ὄγκωι,
<lb/>μεσσόθεν ἰσοπαλὲς πάντηι· τὸ γὰρ οὔτε τι μεῖζον
<lb n="45"/>οὔτε τι βαιότερον πελέναι χρεόν ἐστι τῆι ἢ τῆι.
<lb/>οὔτε γὰρ οὔ τεον ἔστι, τό κεν παύοι μιν ἱκνεῖσθαι
<lb/>εἰς ὁμόν, οὔτ’ ἐὸν ἔστιν ὅπως εἴη κεν ἐόντος
<lb/>τῆι μᾶλλον τῆι δ’ ἦσσον, ἐπεὶ πᾶν ἐστιν ἄσυλον·
<lb/>οἷ γὰρ πάντοθεν ἶσον, ὁμῶς ἐν πείρασι κύρει.
<lb rend="indent" n="50"/>ἐν τῷι σοι παύω πιστὸν λόγον ἠδὲ νόημα
<lb/>ἀμφὶς ἀληθείης· δόξας δ’ ἀπὸ τοῦδε βροτείας
<lb/>μάνθανε κόσμον ἔμῶν ἐπέων ἀπατηλὸν ἀκούων.
 <lb rend="indent"/>μορφὰς γὰρ κατέθεντο δύο γνώμας ὀνομάζειν,
<lb/>τῶν μίαν οὐ χρεών ἐστιν (ὲν ὦι πεπλανημένοι εἰσίν)·
<lb n="55"/>τἀντία δ’ ἐκρίναντο δέμας καὶ σήματ’ ἔθεντο
<pb facs="uc1-b4708580-1619092434_0211"/>
<lb/>χωρὶς ἀπ’ ἀλλήλων, τῆι μὲν φλογὸς αἰθέριον πῦρ,
<lb/>ἤπιον ὄν, μέγ’ [ἀραιὸν] ἐλαφρόν, ἑωυτῶι πάντοσε τωύτόν, τῶι δ’ ἑτέρωι μὴ τωὐτόν· ἀτὰρ κἀκεῖνο κατ’ αὐτό
<lb/>τἀντία νύκτ’ ἀδαῆ, πυκινὸν δέμας ἐμβριθές τε.
<lb n="60"/>τόν σοι ἐγὼ διάκοσμον ἐοικότα πάντα φατίζω,
<lb/>ὡς οὐ μή ποτέ τίς σε βροτῶν γνώμη παρελάσσηι.
<lb/></p></div><div type="textpart" subtype="fragment" xml:base="urn:cts:greekLit:tlg1562.tlg002.1st1K-grc1" n="9"><p rend="indent"><bibl xml:lang="mul">[121—134 Κ., 125—128 St.] Simpl. phys. 180, 8 [nach B 8, 59]</bibl> καὶ μετ’ ὀλίγα πάλιν <q rend="simple">αὐτὰρ . . . μηδέν</q>. εἰ δὲ <q rend="simple">μηδετέρωι μέτα μηδέν</q> καὶ ὅτι ἀρχαὶ ἄμφω καὶ ὅτι ἐναντίαι δηλοῦται.
<quote rend="blockquote, indent">αὐτὰρ ἐπειδὴ πάντα φάος καὶ νὺξ ὀνομασται
<lb/>καὶ τὰ κατὰ σφετέρας δυνάμεις ἐπὶ τοῖσί τε καὶ τοῖς,
<pb facs="uc1-b4708580-1619092434_0212"/>
<lb/>πᾶν πλέον ἐστὶν ὁμοῦ φάεος καὶ νυκτὸς ἀφάντου
<lb/>ἴσων ἀμφοτέρων, ἐπεὶ οὐδετέρωι μέτα μηδέν.</quote>
</p></div><div type="textpart" subtype="fragment" xml:base="urn:cts:greekLit:tlg1562.tlg002.1st1K-grc1" n="10"><p rend="indent"><bibl xml:lang="mul">[132—138 K., S. 797 St.] Clem. Strom. v 138 (II 419, 12 St.)</bibl> ἀφικόμενος οὖν ἐπὶ τὴν ἀληθῇ μάθησιν <bibl xml:lang="lat">[Christi]</bibl> ὁ βουλόμενος ἀκουέτω μὲν Παρμενίδου τοῦ Ἐλεάτου ὑπισχνουμένου <q rend="simple">εἴσηι . . . ἄστρων</q>. <bibl xml:lang="mul">Vgl. Plot. adv. Col. 1114B (über Parmenides)</bibl> ὅς γε καὶ διάκοσμσν πεποίηται καὶ στοιχεῖα μιγνὺς τὸ λαμπρὸν καὶ σκοτεινὸν ἐκ τούτων τὰ φαινόμενα πάντα καὶ διὰ τούτων ἀπστελεῖ· καὶ γὰρ περὶ γῆς εἴρηκε πολλὰ καὶ περὶ οὐρανοῦ καὶ ἡλίου καὶ σελήνης καὶ ἄστρων καὶ γένεσιν ἀνθρώπων ἀφήγηται· καὶ οὐδὲν ἄρρητον, ὡς ἀνὴρ ἀρχαῖος ἐν φυσιολογίαι καὶ συνθεὶς γραφὴν ἰδίαν, . . . τῶν κυρίων παρῆκεν.
<quote rend="blockquote, indent">εἴσηι δ’ αἰθερίαν τε φύσιν τά τ’ ἐν αἰθέρι πάντα
<lb/>σήματα καὶ καθαρᾶς εὐαγέος ἠελίοιο
<lb/>λαμπάδος ἔργ’ ἀίδηλα καὶ ὁππόθεν ἐξεγένοντο,
<lb/>ἔργα τε κύκλωπος πεύσηι περίφοιτα σελήνης
<lb n="5"/>καὶ φύσιν, εἰδήσεις δὲ καὶ οὐρανὸν ἀμφὶς ἔχοντα
<lb/>ἔνθεν [μὲν γὰρ] ἔφυ τε καὶ ὥς μιν ἄγουσ(α) ἐπέδησεν Ἀνάγκη 
 <lb/>πείρατ’ ἔχειν ἄστρων.</quote>
</p></div></div></body></text></TEI>