[125—130 K., 133—138 St.] 1—3 Simpl. phys. 39, 12 (nach B 8, 61) μετ’ ὀλίγα δὲ πάλιν περὶ τῶν δυεῖν στοιχείων εἰπὼν ἐπάγει καὶ τὸ ποιητικὸν λέγων οὕτως αἱ γὰρ . . . κυβερνᾶι . 2—6 Ebenda 31, 10 καὶ ποιητικὸν δὲ αἴτιον οὐ σωμάτων μόνον τῶν ἐν τῆι γενέσει ἀλλὰ καὶ ἀσωμάτων τῶν τὴν γένεσιν συμπληρούντων σαφῶς παραδέδωκεν ὁ Π. λέγων· αἱ δ’ ἐπὶ . . . Θηλυτέρωι . 4 Ebenda 34, 14 καὶ ποιητικὸν αἴτιον ἐκεῖνος μὲν ἕν κοινὸν τὴν ἐν μέσωι πάντων ἱδρυμένην καὶ πάσης γενέσεως αἰτίαν δαίμονα τίθησιν. Vgl. Α 37. αἰ γὰρ στεινότεραι πλῆντο πυρὸς ἀκρήτοιο, αἱ δ’ ἐπὶ ταῖς νυκτός, μετὰ δὲ φλογὸς ἵεται αἶσα· ἐν δὲ μέσωι τούτων δαίμων ἣ πάντα κυβερνᾶι· πάντα γὰρ 〈ἢ〉 στυγεροῖο τόκου καὶ μίξιος ἄρχει πέμπουσ’ ἄρσενι θῆλυ μιγῆν τό τ’ ἐναντίον αὖτις ἄρσεν θηλυτέρωι.