Τάδε περὶ τῶν ἀπίστων συγγέγραφα. ἀνθρώπων γὰρ οἱ μὲν εὐπειθέστεροι πείθονται πᾶσι τοῖς λεγομένοις, ὡς ἀνομίλητοι σοφίας καὶ ἐπιστήμης, οἱ δὲ πυκνότεροι τὴν φύσιν καὶ πολυπράγματοι ἀπιστοῦσι τὸ παράπαν μηδὲ γενέσθαι τι τούτων. ἐμοὶ δὲ δοκεῖ γενέσθαι πάντα τὰ λεγόμενα (οὐ γὰρ ὀνόματα μόνον ἐγένοντο, λόγος δὲ περὶ αὐτῶν οὐδεὶς ὑπῆρξεν· ἀλλὰ πρότερον ἐγένετο τὸ ἔργον, εἶθ’ οὕτως ὁ λόγος ὁ περὶ αὐτῶν)· ὅσα δὲ εἴδη καὶ μορφαί εἰσι λεγόμεναι καὶ γενόμεναι τότε, αἳ νῦν οὐκ εἰσί, τὰ τοιαῦτα οὐκ ἐγένοντο. εἰ γάρ ‹τί› ποτε καὶ ἄλλοτε ἐγένετο, καὶ νῦν τε γίνεται καὶ αὖθις ἔσται. ἀεὶ δὲ ἔγωγε ἐπαινῶ τοὺς συγγραφέας Μέλισσον καὶ Λαμίσκον τὸν Σάμιον ἐν ἀρχῇ λέγοντας ἔστιν ἃ ἐγένετο, καὶ νῦν ἔσται . γενομένων δέ τινα οἱ ποιηταὶ καὶ λογογράφοι παρέτρεψαν εἰς τὸ ἀπιστότερον καὶ θαυμασιώτερον, τοῦ θαυμάζειν ἕνεκα τοὺς ἀνθρώπους. ἐγὼ δὲ γινώσκω ὅτι οὐ δύναται τὰ τοιαῦτα εἶναι οἷα καὶ λέγεται· τοῦτο δὲ καὶ διείληφα, ὅτι, εἰ μὴ ἐγένετο, οὐκ ἂν ἐλέγετο. ἐπελθὼν δὲ καὶ πλείστας χώρας ἐπυνθανόμην τῶν πρεσβυτέρων ὡς ἀκούοιεν περὶ ἑκάστου αὐτῶν, συγγράφω δὲ ἃ ἐπυθόμην παρ’ αὐτῶν. καὶ τὰ χωρία αὐτὸς εἶδον ὡς ἔστιν ἕκαστον ἔχον, καὶ γέγραφα ταῦτα οὐχ οἷα ἦν λεγόμενα, ἀλλ’ αὐτὸς ἐπελθὼν καὶ ἱστορήσας. [Περὶ Κενταύρων.] Περὶ Κενταύρων φασὶν ὡς θηρία ἐγένοντο καὶ ἵππου μὲν εἶχον τὴν ὅλην ἰδέαν πλὴν τῆς κεφαλῆς, ταύτην δὲ ἀνδρός. εἴ τις οὖν πείθεται τοιοῦτον γενέσθαι θηρίον, ἀδύνατον· οὔτε γὰρ ἄλλως αἱ φύσεις σύμφωνοι ἵππου καὶ ἀνδρός, οὔτε ἡ τροφὴ ὁμοία, οὔτε διὰ στόματος καὶ φάρυγγος ἀνθρωπείου δυνατὸν ἵππου τροφὴν διελθεῖν. εἰ δὲ τοιαύτη ἰδέα τότε ἦν, καὶ νῦν ἂν ὑπῆρχε. τὸ δὲ ἀληθὲς ἔχει ὧδε. Ἰξίονος βασιλέως ὄντος Θεσσαλίας ἐν τῷ Πηλίῳ ὄρει ἀπηγριώθη ταύρων ἀγέλη, ἥτις καὶ τὰ λοιπὰ τῶν ὀρῶν ἄβατα ἐποίει· εἰς γὰρ τὰ οἰκούμενα κατιόντες οἱ ταῦροι ἐσίνοντο τὰ δένδρα καὶ τὸν καρπόν, καὶ ὑποζύγια συνέφθειραν. ἐκήρυξεν οὖν ὁ Ἰξίων, εἴ τις ἀνέλοι τοὺς ταύρους, τούτῳ δώσειν χρήματα πολλά. νεανίσκοι δέ τινες ἐκ τῆς ὑπωρείας, ἐκ κώμης τινὸς καλουμένης Νεφέλης, ἐπινοοῦσιν ἵππους κέλητας διδάξαι (πρότερον γὰρ οὐκ ἠπίσταντο ἐφ’ ἵππων ὀχεῖσθαι, ἀλλὰ μόνον ἅρμασιν ἐχρῶντο). οὕτω δὲ ἀναβάντες τοὺς κέλητας ἤλαυνον ἐφ’ οὗ οἱ ταῦροι ἦσαν, καὶ ἐπεισβαλόντες τῇ ἀγέλῃ, ἠκόντιζον· καὶ ὅτε μὲν διώκοιντο ὑπὸ τῶν ταύρων, ὑπέφευγον οἱ νεανίαι (ποδωκέστεροι γὰρ ἦσαν οἱ ἵπποι), ὅτε δὲ σταίησαν οἱ ταῦροι, ὑποστρέφοντες ἠκόντιζον· καὶ τοῦτον τὸν τρόπον ἀνεῖλον αὐτούς. καὶ τὸ μὲν ὄνομα ἐντεῦθεν ἔλαβον οἱ Κένταυροι, ὅτι τοὺς ταύρους κατεκεντάννυσαν (οὐ γὰρ ἀπὸ τῆς ἰδέας τῶν ταύρων, οὐδὲν γὰρ πρόσεστι ταύρου τοῖς Κενταύροις, ἀλλ’ ἵππου καὶ ἀνδρὸς ἰδέα ἐστίν· ἀπὸ τοῦ ἔργου οὖν τὸ ὄνομα ἔλαβον). λαβόντες οὖν οἱ Κένταυροι παρὰ τοῦ Ἰξίονος τὰ χρήματα καὶ γαυριῶντες ἐπὶ τῇ πράξει καὶ τῷ πλούτῳ, βρισταὶ ὑπῆρχον καὶ πολλὰ κακὰ εἰργάζοντο, καὶ δὴ καὶ κατ’ αὐτοῦ τοῦ Ἰξίονος, ὃς ᾤκει τὴν νῦν καλουμένην Λάρισσαν πόλιν (τότε δὲ ἐκαλοῦντο οἱ τοῦτο τὸ χωρίον οἰκοῦντες Λαπίθαι). καλεσάντων οὖν αὐτοὺς ἐπὶ θοίνην μεθυσθέντες ἁρπάζουσιν αὐτῶν τὰς γυναῖκας, καὶ ἀναβιβάσαντες αὐτὰς ἐπὶ τοὺς ἵππους ᾤχοντο φεύγοντες εἰς τὴν οἰκείαν. ἐντεῦθεν ὁρμώμενοι ἐπολέμουν αὐτοῖς, καὶ καταβαίνοντες μὲν διὰ τῆς νυκτὸς εἰς τὰ πεδία ἐνέδρας ἐποιοῦντο, ἡμέρας δὲ γενομένης ἁρπάσαντες καὶ ἐμπρήσαντες ἀπέτρεχον ἐπὶ τὰ ὄρη. οὕτως ἀπιόντων αὐτῶν κατόπιν τὰ νῶτα τοῖς πόρρωθεν ὁρῶσι μόνον ἐφαίνοντο τοῦ ἵππου πλὴν τῆς κεφαλῆς, τῶν δὲ ἀνδρῶν τὰ λοιπὰ πλὴν τῶν σκελῶν. ξένην οὖν ὄψιν ὁρῶντες ἔλεγον οἱ Κένταυροι ἡμᾶς οἱ ἐκ Νεφέλης κατατρέχουσιν. ἀπὸ δὴ ταύτης τῆς ἰδέας καὶ τοῦ λόγου ὁ μῦθος ἀπίστως ἐπλάσθη, ὡς ἐκ τῆς νεφέλης ἵππος τε καὶ ἀνὴρ ἐν τῷ ὄρει ἐγεννήθη. [Περὶ Πασιφάης.] Περὶ Πασιφάης μυθεύεται ὡς ἠράσθη ταύρου νεμομένου, Δαίδαλον δὲ ποιῆσαι βοῦν ξυλίνην καὶ ἐγκλεῖσαι τὴν Πασιφάην εἰς αὐτήν, οὕτω δὲ τὸν ταῦρον ἐπιβάντα μιγῆναι τῇ γυναικί, τὴν δὲ κυῆσαι καὶ τεκεῖν παῖδα σῶμα μὲν ἔχοντα ἀνδρός, κεφαλὴν δὲ βοός. ἐγὼ δὲ τοῦτο οὔ φημι γενέσθαι. πρῶτον μὲν γὰρ ἀδύνατον ἐρασθῆναι ζῷον ἕτερον ἑτέρου μὴ ὁμοίως ἔχον τὴν μήτραν τοῖς αἰδοίοις· οὐ γὰρ δυνατὸν κύνα καὶ πίθηκον καὶ λύκον τε καὶ ὕαιναν ἀλλήλοις μίγνυσθαι οὐδὲ βούβαλον ἐλάφῳ (ἑτερογενῆ γὰρ ὑπάρχει), οὐδὲ ἀλλήλοις μιγνύμενα γεννᾶν. ταῦρος δὲ οὐ δοκεῖ μοι πρῶτον μὲν ἀναμιχθῆναι ξυλίνῃ βοΐ· πάντα γὰρ τὰ τετράποδα [ζῷα] ὀσφραίνεται τῶν αἰδοίων τοῦ ζῴου πρὸ τῆς μίξεως, καὶ οὕτως ἀναβαίνει ἐπ’ αὐτό· οὐδ’ ἂν ἠνέσχετο ταύρου ἐπιβαίνοντος ἡ γυνή, οὐδὲ φέρειν δύναται γυνὴ ἔμβρυον κέρατα ἔχον. τὸ δ’ ἀληθὲς ἔχει ὧδε. Μίνωά φασιν ἀλγοῦντα τὰ αἰδοῖα τεθεραπεῦσθαι ὑπὸ Πρόκριδος τῆς Πανδίονος ἐπὶ τῷ κυνιδίῳ καὶ τῷ ἀκοντίῳ *** Κέφαλον. κατὰ δὲ τὸν χρόνον τοῦτον Μίνῳ ἠκολούθει νεανίας κάλλει διαφέρων, ᾧ ὄνομα ἦν Ταῦρος. τούτου Πασιφάη ἔρωτι ἁλοῦσα καὶ πείσασα μίγνυται, καὶ ἐγέννησεν ἐξ αὐτοῦ παῖδα. Μίνως δ’ ἐπιλογισάμενος τὸν χρόνον τῆς ἀλγηδόνος τῶν αἰδοίων, καὶ ἐπιγνοὺς ὡς οὐκ ἔστιν ἐξ αὐτοῦ ὁ παῖς διὰ τὸ μὴ συγκοιμᾶσθαι, ἐξετάζων τὸ ἀκριβὲς ἐπέγνω ὅτι ἐκ τοῦ Ταύρου ἐστὶ τὸ γεννηθέν. ἀποκτεῖναι μὲν οὖν οὐκ ἔδοξεν αὐτῷ διὰ τὸ δοκεῖν ἀδελφὸν εἶναι τῶν παίδων· ἀποπέμπει δὲ αὐτὸν εἰς τὸ ὄρος ὅπως αὐξηθεὶς ὑπάρχῃ ἐν θεράποντος μοίρᾳ τοῖς ποιμέσιν. ἀνδρωθεὶς δὲ οὗτος οὐχ ὑπήκουε τῶν βουκόλων. πυθόμενος δὲ ὁ Μίνως καταντᾶν αὐτὸν ἐκέλευσεν εἰς τὴν πόλιν, κρατεῖν δὲ αὐτόν· καὶ εἰ μὲν ἑκὼν ἕποιτο, λελυμένον ἐλθεῖν, εἰ δὲ μή, δέσμιον. αἰσθόμενος δ’ ὁ νεανίας ἀφίσταται εἰς τὰ ὄρη, καὶ ἁρπάζων βοσκήματα οὕτω διέζη. πέμψαντος δὲ τοῦ Μίνωος πλείονα ὄχλον εἰς τὸ συλλαβεῖν αὐτόν, ὁ νεανίας ὄρυγμα βαθὺ ποιήσας καθεῖρξεν ἑαυτὸν εἰς ἐκεῖνο. ἔνθα ὄντι αὐτῷ τὸν μὲν ἄλλον χρόνον εἰσεβάλλοντο πρόβατα καὶ αἶγας, καὶ ἔζη σιτούμενος· ὁπότε δὲ Μίνως ἄνθρωπον ἠβούλετο τιμωρήσασθαι, τούτῳ καθειργμένῳ ἐν τῷ οἰκήματι εἰσέπεμπε, καὶ οὕτως ἀνῃρεῖτο. καὶ τὸν Θησέα ἄνδρα πολέμιον λαβὼν ὁ Μίνως ἤγαγε ἐπὶ τὸν τόπον ὡς ἀποθανούμενον· ἡ δὲ Ἀριάδνη προεισπέμπει ξίφος εἰς τὴν εἱρκτήν, ἐν ᾧ ὁ Θησεὺς ἀνεῖλε τὸν Μινώταυρον *** τοιούτου δὲ τοῦ συμβάματος γενομένου, ἐπὶ τὸ μυθῶδες οἱ ποιηταὶ τὸν λόγον ἐξέτρεψαν. [Περὶ Σπαρτῶν.] Λόγος τις ἀρχαῖος λέγει ὡς ὁ Κάδμος ὄφιν ἀποκτείνας καὶ ἐκλέξας τοὺς ὀδόντας ἔσπειρεν ἐν τῇ ἰδίᾳ γῇ· ἔπειτα ἐξέφυσαν ἄνδρες τε καὶ ὅπλα. εἰ δὲ τοῦτο ἦν ἀληθές, οὐδεὶς ἀνθρώπων ἄλλο τι ἂν ἔσπειρεν ἢ ὀδόντας ὄφεων· καὶ εἰ μὴ ἐν ἄλλῃ γῇ ἐφύετο, ἀλλ’ οὖν τέως ἐν ἐκείνῃ τῇ γῇ ἐσπείρετο ἐν ᾗ καὶ πρώην ἐφύετο. τὸ ἀληθὲς οὖν ἐστι τοῦτο. Κάδμος ἀνὴρ τὸ γένος Φοῖνιξ ἀφίκετο εἰς Θήβας, πρὸς τὸν ἀδελφὸν Φοίνικα ἁμιλλησόμενος περὶ τῆς βασιλείας. ἦν δὲ βασιλεὺς τότε Θηβῶν Δράκων Ἄρεως παῖς, ἔχων ἄλλα τε πολλὰ ὅσα βασιλεύς, καὶ δὴ καὶ ὀδόντας ἐλεφάντων. τοῦτον ὁ Κάδμος ἀποκτείνας αὐτὸς ἐβασίλευσεν· οἱ δὲ φίλοι τοῦ Δράκοντος ἐπολέμουν αὐτῷ, καὶ οἱ παῖδες αὐτοῦ συνέστησαν τῷ Κάδμῳ. οἱ οὖν φίλοι τοῦ Δράκοντος, ἐπεὶ ἥττονες ἐγένοντο τῇ μάχῃ, ἁρπάσαντες τὰ χρήματα τοῦ Κάδμου καὶ τοὺς ἐλεφαντίνους ὀδόντας κειμένους ἐν τῷ ἱερῷ, ᾤχοντο φεύγοντες εἰς τὴν οἰκείαν· ἄλλοι δὲ ἀλλαχῆ διεσπάρησαν, οἱ μὲν εἰς τὴν Ἀττικήν, οἱ δὲ εἰς τὴν Πελοπόννησον καὶ Φωκίδα καὶ Λοκρίδα. ἐντεῦθεν ὁρμώμενοι ἐπολέμουν τοῖς Θηβαίοις, καὶ ἦσαν ἀργαλέοι πολεμισταί, ὁμόγλωσσοι ὄντες καὶ ἐπιστάμενοι τὰ χωρία. ἐπεὶ οὖν τοὺς ὀδόντας διαρπάσαντες ἔφυγον, ταῦτα ἔλεγον οἱ πολῖται τοιαῦτα κακὰ ἡμᾶς ὁ Κάδμος εἰργάσατο Δράκοντα ἀποκτείνας· ἐκ γὰρ τῶν ἐκείνου ὀδόντων πολλοὶ καὶ ἀγαθοὶ ἄνδρες γενόμενοι σπαρτοὶ καταγωνίζονται ἡμᾶς. τούτου τοῦ πράγματος ἀληθινοῦ γενομένου ὁ μῦθος προσανεπλάσθη. [Περὶ τῆς Καδμείας Σφιγγός.] Περὶ τῆς Καδμείας Σφιγγὸς λέγεται ὡς θηρίον ἐγένετο σῶμα μὲν κυνὸς ἔχον, τὴν δὲ κεφαλὴν καὶ τὸ πρόσωπον κόρης, πτέρυγας δὲ ὄρνιθος, φωνὴν δὲ ἀνθρώπου. καθίζουσα δὲ ἐπὶ Φικίου ὄρους αἴνιγμά τι ἑκάστῳ τῶν πολιτῶν ᾖδεν· ὃν δ’ ἂν εὗρε διαλύσασθαι μὴ δυνάμενον, τοῦτον ἀνῄρει. διαλυσαμένου δὲ τὸ αἴνιγμα Οἰδίποδος, ῥίψασα ἑαυτὴν ἀνεῖλεν. ἔστι δὲ ἄπιστος καὶ ἀδύνατος ὁ λόγος. οὔτε γὰρ ἰδέα τοιαύτη δύναται γενέσθαι, τό τε τοὺς μὴ δυναμένους τοιαύτη δύναται γενέσθαι, τό τε τοὺς μὴ δυναμένους διαλύεσθαι [τὰ] αἰνίγματα κατεσθίεσθαι ὑπ’ αὐτῆς, παιδαριῶδες, τό τε τοὺς Καδμείους μὴ κατατοξεῦσαι τὸ θηρίον, ἀλλὰ περιορᾶν τοὺς πολίτας ὡς πολεμίους κατεσθιομένους, μάταιον. ἔχει οὖν ἡ ἀλήθεια ὧδε. Κάδμος ἔχων γυναῖκα Ἀμαζονίδα, ᾗ ὄνομα Σφίγξ, ἦλθεν εἰς Θήβας, καὶ ἀποκτείνας Δράκοντα τήν τε οὐσίαν καὶ βασιλείαν παρέλαβε, μετὰ δὲ καὶ τὴν ἀδελφὴν Δράκοντος, ᾗ ὄνομα Ἁρμονία. αἰσθομένη δὲ ἡ Σφὶγξ ὅτι ἄλλην ἐπέγημε, πείσασα πολλοὺς τῶν πολιτῶν συναπᾶραι αὐτῇ, καὶ τῶν χρημάτων τὰ πλεῖστα ἁρπάσασα, καὶ τὸν ποδώκη κύνα, ὃν ἧκεν ὁ Κάδμος ἄγων, λαβοῦσα, μετὰ τούτων ἀπῆρεν εἰς τὸ καλούμενον ὄρος Φίκιον, καὶ ἐντεῦθεν ἐπολέμει τῷ Κάδμῳ· ἐνέδρας δὲ ποιουμένη κατὰ τὴν ὥραν ἀνῄρει οὓς διαρπάζουσα ᾤχετο. καλοῦσι δὲ οἱ Καδμεῖοι τὴν ἐνέδραν αἴνιγμα.ἐθρύλλουν οὖν οἱ πολῖται λέγοντες Σφὶγξ ἡμᾶς ἡ ἀγρία αἰνίγματι ὑφισταμένη διαρπάζει, καὶ καθίζει ἐπὶ τοῦ ὄρους. ἐξευρεῖν δὲ τὸ αἴνιγμα οὐδεὶς δύναται, ἔκ τε τοῦ προφανοῦς μάχεσθαι ἀδύνατον· οὐ γὰρ τρέχει, ἀλλὰ πέτεται καὶ κύων καὶ γυνή[, οὕτω ποδώκης ἐστί]. κηρύττει δὲ ὁ Κάδμος τῷ ἀποκτενοῦντι τὴν Σφίγγα χρήματα δώσειν πολλά. ἐλθὼν οὖν ὁ Οἰδίπους, ἀνὴρ Κορίνθιος τά τε πολεμικὰ ἀγαθός, ἵππον ἔχων ποδώκη, καὶ λόχους τῶν Καδμείων ποιήσας καὶ διὰ νυκτὸς ἐξιὼν καὶ ἐνεδρεύσας αὐτήν, εὗρε τὸ αἴνιγμα [τουτέστι τὴν ἐνέδραν] καὶ ἀπέκτεινεν τὴν Σφίγγα. τούτων γενομένων τὰ λοιπὰ ἐμυθεύθη.