[Περὶ Ἥρας.] Ἀργεῖοι πολιοῦχον αὑτοῖς τὴν Ἥραν ἡγοῦντο καὶ διὰ τοῦτο καὶ πανήγυριν αὐτῇ τεταγμένην ἄγουσιν. ὁ δὲ τρόπος τῆς ἑορτῆς· ἅμαξα βοῶν τὸ χρῶμα λευκῶν, ἐπὶ δὲ τῆς ἁμάξης εἶναι δεῖ τὴν ἱέρειαν, οὕτω δὲ ἔχειν ἄχρι τοῦ νεώ· τὸ δὲ ἱερὸν ἔξω τοῦ ἄστεος. ἧκεν οὖν ποτε ὁ χρόνος φέρων τὴν ἑορτήν, ὁ δὲ νόμος ἀπὸ τῶν βοῶν οὐκ ὄντων ἐχώλευεν. ἀλλ’ ἐσοφίσατο τὴν ἀπορίαν ἡ ἱέρεια, μήτηρ οὖσα νεανίσκων ἀντὶ βοῶν τῷ ὀχήματι γενομένων. ἐπεὶ τοίνυν τὸ παρὰ τῶν βοῶν παρὰ τῶν παίδων ἐγένετο, στᾶσα κατὰ τὸ ἄγαλμα, μισθὸν ἀπῄτει τοῦ πόνου. καὶ ἔδωκε, φασίν, ἡ θεός· ὕπνος ἦν ὁ αὐτὸς καὶ τοῦ βίου πέρας γενόμενος. [Περὶ τοῦ Ὠρίωνος.] Διὸς Ποσειδῶνος καὶ Ἑρμοῦ παῖς. Ὑριεὺς ὁ Ποσειδῶνος καὶ Ἀλκυόνης, μιᾶς τῶν Ἄτλαντος θυγατέρων, ᾤκει μὲν ἐν Τανάγρᾳ τῆς Βοιωτίας, φιλοξενώτατος δὲ ὢν ὑπεδέξατό ποτε τοὺς θεούς. Ζεὺς δὲ καὶ Ποσειδῶν καὶ Ἑρμῆς ἐπιξενωθέντες αὐτῷ καὶ τὴν φιλοφροσύνην ἀποδεξάμενοι παρῄνεσαν αἰτεῖν ὅ τι ἂν βούλοιτο· ὁ δὲ ἄτεκνος ὢν ᾐτήσατο παῖδα. λαβόντες οὖν οἱ θεοὶ τὴν τοῦ ἱερουργηθέντος αὐτοῖς βοὸς βύρσαν ἀπεσπέρμηναν εἰς αὐτὴν καὶ ἐκέλευσαν κρύψαι κατὰ γῆν καὶ μετὰ δέκα μῆνας ἀνελέσθαι· ὧν διελθόντων ἐγένετο ὁ Οὐρίων, οὕτως ὀνομασθεὶς διὰ τὸ οὐρῆσαι [ὥσπερ] τοὺς θεούς, ἔπειτα κατ’ εὐφημισμὸν Ὠρίων. συγκυνηγῶν δὲ οὗτος Ἀρτέμιδι, ἐπεχείρησεν αὐτὴν βιάσασθαι· ὀργισθεῖσα δὲ ἡ θεὸς ἀνέδωκεν ἐκ τῆς γῆς σκορπίον, ὃς αὐτὸν πλήξας κατὰ τὸν ἀστράγαλον ἀπέκτεινε. Ζεὺς δὲ συμπαθήσας κατηστέρισεν αὐτόν. [Περὶ Φαέθοντος.] Φαέθων ὁ τοῦ Ἡλίου παῖς, πόθον ἐσχηκὼς παράλογον ἐπιβῆναι τοῦ πατρικοῦ ἅρματος, πολλαῖς ἱκεσίαις καὶ δάκρυσι πείθει τοῦτον. ἐπεὶ δ’ ἐπέβη τοῦ ἅρματος καὶ τοὺς ἵππους ἤρξατο μυωπίζειν, ἡνιοχεῖν εὖ οὐκ εἰδώς, μήτε μὴν οἷός τε ὢν ἑδραῖος ἐφιππάζεσθαι καὶ ἀκλόνητος, τοῖς ἵπποις παρασυρεὶς πολλῷ θράσει καὶ ἀγερωχίᾳ κεκινημένοις, καὶ προσγειότερος γενόμενος, ἐκτινάσσεται παρὰ τὸν Ἠριδανὸν ποταμὸν καὶ ἀποπνίγεται, πλειόνων τῆς περιοικίδος καταπυρποληθέντων μερῶν.