[Περὶ τῆς Τευμησίας Ἀλώπεκος.] Φασὶ περὶ τῆς Τευμησίας Ἀλώπεκος ὡς ἁρπάζουσα τοὺς Καδμείους κατήσθιεν. ἔστι δὲ εὔηθες. οὐδὲ γὰρ ἄλλο τί ἐστι χερσαῖον θηρίον ὃ δύναται ἁρπάσαν ἄνθρωπον φέρειν, ἀλώπηξ δὲ μικρόν ἐστι καὶ ἀσθενές. ἐγένετο δέ τι τοιοῦτον. ἀνὴρ Θηβαῖος καλὸς κἀγαθὸς ἐκαλεῖτο Ἀλώπηξ, ὃ ἦν πανοῦργος· οὗτος γὰρ συνέσει πάντων τῶν ἀνθρώπων ὑπερέφερε. δεδιὼς δὲ ὁ βασιλεὺς μὴ ἐπιβουλεύσῃ αὐτῷ, ἐξελαύνει αὐτὸν ἐκ τῆς πόλεως. συναγαγὼν δὲ ἐκεῖνος πολὺν στρατὸν καὶ ἄλλους μισθοφόρους, κατέλαβε τὸν καλούμενον λόφον Τευμήσιον. ἐντεῦθεν ὁρμώμενος ἦγε καὶ ἔφερε τοὺς Θηβαίους. ἔλεγον δὲ οἱ ἄνθρωποι Ἀλώπηξ ἡμᾶς κατατρέχων ὑποχωρεῖ. ἀφικνεῖται δὲ ἀνὴρ Κέφαλος ὀνόματι, γένος Ἀθηναῖος, στρατὸν πολὺν ἔχων, ἐπίκουρος τοῖς Θηβαίοις. οὗτος τόν τε Ἀλώπεκα ἀπέκτεινε καὶ τὸν στρατὸν αὐτοῦ ἐξήλασεν ἐκ τοῦ Τευμησίου. ὧν γενομένων ἐμυθολογήθη ἐκεῖνα. [Περὶ Ἀκταίωνος.] Φασὶν Ἀκταίωνα ὑπὸ τῶν ἰδίων κυνῶν καταβρωθῆναι. τοῦτο δὲ ψευδές· κύων γὰρ δεσπότην καὶ τροφέα μάλιστα φιλεῖ, ἄλλως τε καὶ αἱ θηρευτικαὶ πάντας ἀνθρώπους σαίνουσιν. ἔνιοι δέ φασιν ὡς Ἄρτεμις μὲν ‹εἰς ἔλαφον μετέβαλεν› αὐτόν, ἔλαφον δὲ ἀνεῖλον αἱ κύνες. ἐμοὶ δὲ δοκεῖ Ἄρτεμιν μὲν δύνασθαι ὅ τι θέλοι ποιῆσαι· οὐ μέντοι ἐστὶν ἀληθὲς ἔλαφον ἐξ ἀνδρὸς ἢ ἐξ ἐλάφου ἄνδρα γενέσθαι· τοὺς δὲ μύθους τούτους συνέθεσαν οἱ ποιηταί, ἵνα οἱ ἀκροώμενοι μὴ ὑβρίζοιεν εἰς τὸ θεῖον. τὸ δὲ ἀληθὲς ἔχει ὧδε. Ἀκταίων ἦν ἀνὴρ τὸ γένος Ἀρκάς, φιλοκύνηγος. οὗτος ἔτρεφεν ἀεὶ κύνας πολλὰς καὶ ἐθήρευεν ἐν τοῖς ὄρεσιν, τῶν δὲ αὑτοῦ πραγμάτων ἠμέλει. οἱ δὲ τότε ἄνθρωποι αὐτουργοὶ πάντες ἦσαν οἰκέτας τεοὐκ εἶχον[, ἀλλ’ ἑαυτοῖς ἐγεώργουν], καὶ οὗτος ἦν πλουσιώτατος ὃς [αὐτὸς ἐγεώργει καὶ] ἐργατικώτατος ὑπῆρχε. τῷ οὖν Ἀκταίωνι ἀμελοῦντι τῶν οἰκείων, μᾶλλον δὲ κυνηγετοῦντι, διεφθάρη ὁ βίος. ὅτε δὲ οὐκέτι εἶχεν οὐδέν, ἔλεγον οἱ ἄνθρωποι δείλαιος Ἀκταίων, ὃς ὑπὸ τῶν ἰδίων κυνῶν κατεβρώθη, ὥσπερ καὶ νῦν ἐάν τις πορνοβοσκῶν ἀτυχήσῃ, λέγειν εἰώθαμεν ὑπὸ τῶν πορνῶν κατεβρώθη. τοιοῦτον δή τι καὶ τὸ περὶ τὸν Ἀκταίωνα γέγονεν. [Περὶ τῶν Διομήδους ἵππων.] Περὶ τῶν Διομήδους ἵππων φασὶν ὅτι ἀνδροφάγοι ἦσαν, γελοίως· τὸ γὰρ ζῷον τοῦτο μᾶλλον χόρτῳ καὶ κριθῇ ἥδεται ἢ κρέασιν ἀνθρωπίνοις. τὸ δ’ ἀληθὲς ὧδε ἔχει. τῶν παλαιῶν ἀνθρώπων ὄντων αὐτουργῶν, καὶ τὴν τροφὴν καὶ τὴν περιουσίαν οὕτως κτωμένων, ἅτε τὴν γῆν ἐργαζομένων, ἱπποτροφεῖν τις ἐπελάβετο, καὶ μέχρι τούτου ἵπποις ἥδετο, ἕως οὗ τὰ αὑτοῦ ἀπώλεσε καὶ πάντα πωλῶν κατανάλωσεν εἰς τὴν τῶν ἵππων τροφήν. οἱ οὖν φίλοι ἀνδροφάγους τοὺς ἵππους ὠνόμασαν. ὧν γενομένων προήχθη ὁ μῦθος. [Περὶ Νιόβης.] Φασὶν ὡς Νιόβη γυνὴ ζῶσα λίθος ἐγένετο ἐπὶ τῷ τύμβῳ τῶν παίδων· ὅστις δὲ πείθεται ἐξ ἀνθρώπου λίθον γενέσθαι ἢ ἐκ λίθου ἄνθρωπον, εὐήθης ἐστί. τὸ δὲ ἀληθὲς ἔχει ὧδε. Νιόβης ἀποθανόντων τῶν παίδων, ποιήσας τις εἰκόνα λιθίνην ἔστησεν ἐπὶ τῷ τύμβῳ [τῶν παίδων]. ἔλεγον οὖν οἱ παριόντες Νιόβη λιθίνη ἕστηκεν ἐπὶ τῷ τύμβῳ· ἐθεασάμεθα ἡμεῖς αὐτήν , ὥσπερ καὶ νῦν λέγεται παρὰ τὸν χαλκοῦν Ἡρακλέα ἐκαθήμην καὶ παρὰ τὸν Πάριον Ἑρμῆν ὤν . τοιοῦτον ἦν κἀκεῖνο, ἀλλ’ οὐχὶ Νιόβη αὐτὴ λιθίνη ἐγένετο. [Περὶ Λυγκέως.] Λέγεται ὡς Λυγκεὺς καὶ τὰ ὑπὸ γῆν ἑώρα. τοῦτο δὲ ψευδές. τὸ δὲ ἀληθὲς ἔχει ὧδε. Λυγκεὺς πρῶτος ἤρξατο μεταλλεύειν χαλκὸν καὶ ἄργυρον καὶ τὰ λοιπά· ἐν δὲ τῇ μεταλλείᾳ λύχνους καταφέρων ὑπὸ τὴν γῆν, τοὺς μὲν κατελίμπανεν ἐπὶ τοῦ τόπου, αὐτὸς δὲ θυλάκους ἀνέφερε τοῦ χαλκοῦ καὶ τοῦ σιδήρου. ἔλεγον οὖν οἱ ἄνθρωποι Λυγκεὺς καὶ τὰ ὑπὸ γῆν ὁρᾷ καὶ καταδύνων ἀργύριον ἀναφέρει.